Scrutatio

Friday, 21 June 2024 - San Luigi Gonzaga ( Letture di oggi)

ΑΜΒΑΚΟΥΜ - Abacuc - Habakkuk 1


font

1το λημμα ο ειδεν αμβακουμ ο προφητης2εως τινος κυριε κεκραξομαι και ου μη εισακουσης βοησομαι προς σε αδικουμενος και ου σωσεις3ινα τι μοι εδειξας κοπους και πονους επιβλεπειν ταλαιπωριαν και ασεβειαν εξ εναντιας μου γεγονεν κρισις και ο κριτης λαμβανει4δια τουτο διεσκεδασται νομος και ου διεξαγεται εις τελος κριμα οτι ο ασεβης καταδυναστευει τον δικαιον ενεκεν τουτου εξελευσεται το κριμα διεστραμμενον5ιδετε οι καταφρονηται και επιβλεψατε και θαυμασατε θαυμασια και αφανισθητε διοτι εργον εγω εργαζομαι εν ταις ημεραις υμων ο ου μη πιστευσητε εαν τις εκδιηγηται6διοτι ιδου εγω εξεγειρω εφ' υμας τους χαλδαιους τους μαχητας το εθνος το πικρον και το ταχινον το πορευομενον επι τα πλατη της γης του κατακληρονομησαι σκηνωματα ουκ αυτου7φοβερος και επιφανης εστιν εξ αυτου το κριμα αυτου εσται και το λημμα αυτου εξ αυτου εξελευσεται8και εξαλουνται υπερ παρδαλεις οι ιπποι αυτου και οξυτεροι υπερ τους λυκους της αραβιας και εξιππασονται οι ιππεις αυτου και ορμησουσιν μακροθεν και πετασθησονται ως αετος προθυμος εις το φαγειν9συντελεια εις ασεβεις ηξει ανθεστηκοτας προσωποις αυτων εξ εναντιας και συναξει ως αμμον αιχμαλωσιαν10και αυτος εν βασιλευσιν εντρυφησει και τυραννοι παιγνια αυτου και αυτος εις παν οχυρωμα εμπαιξεται και βαλει χωμα και κρατησει αυτου11τοτε μεταβαλει το πνευμα και διελευσεται και εξιλασεται αυτη η ισχυς τω θεω μου12ουχι συ απ' αρχης κυριε ο θεος ο αγιος μου και ου μη αποθανωμεν κυριε εις κριμα τεταχας αυτον και επλασεν με του ελεγχειν παιδειαν αυτου13καθαρος οφθαλμος του μη οραν πονηρα και επιβλεπειν επι πονους ου δυνηση ινα τι επιβλεπεις επι καταφρονουντας παρασιωπηση εν τω καταπινειν ασεβη τον δικαιον14και ποιησεις τους ανθρωπους ως τους ιχθυας της θαλασσης και ως τα ερπετα τα ουκ εχοντα ηγουμενον15συντελειαν εν αγκιστρω ανεσπασεν και ειλκυσεν αυτον εν αμφιβληστρω και συνηγαγεν αυτον εν ταις σαγηναις αυτου ενεκεν τουτου ευφρανθησεται και χαρησεται η καρδια αυτου16ενεκεν τουτου θυσει τη σαγηνη αυτου και θυμιασει τω αμφιβληστρω αυτου οτι εν αυτοις ελιπανεν μεριδα αυτου και τα βρωματα αυτου εκλεκτα17δια τουτο αμφιβαλει το αμφιβληστρον αυτου και δια παντος αποκτεννειν εθνη ου φεισεται