Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΛΕΥΙΤΙΚΟΝ - Levitico - Leviticus 1


font

1και ανεκαλεσεν μωυσην και ελαλησεν κυριος αυτω εκ της σκηνης του μαρτυριου λεγων2λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους ανθρωπος εξ υμων εαν προσαγαγη δωρα τω κυριω απο των κτηνων απο των βοων και απο των προβατων προσοισετε τα δωρα υμων3εαν ολοκαυτωμα το δωρον αυτου εκ των βοων αρσεν αμωμον προσαξει προς την θυραν της σκηνης του μαρτυριου προσοισει αυτο δεκτον εναντιον κυριου4και επιθησει την χειρα επι την κεφαλην του καρπωματος δεκτον αυτω εξιλασασθαι περι αυτου5και σφαξουσι τον μοσχον εναντι κυριου και προσοισουσιν οι υιοι ααρων οι ιερεις το αιμα και προσχεουσιν το αιμα επι το θυσιαστηριον κυκλω το επι των θυρων της σκηνης του μαρτυριου6και εκδειραντες το ολοκαυτωμα μελιουσιν αυτο κατα μελη7και επιθησουσιν οι υιοι ααρων οι ιερεις πυρ επι το θυσιαστηριον και επιστοιβασουσιν ξυλα επι το πυρ8και επιστοιβασουσιν οι υιοι ααρων οι ιερεις τα διχοτομηματα και την κεφαλην και το στεαρ επι τα ξυλα τα επι του πυρος τα οντα επι του θυσιαστηριου9τα δε εγκοιλια και τους ποδας πλυνουσιν υδατι και επιθησουσιν οι ιερεις τα παντα επι το θυσιαστηριον καρπωμα εστιν θυσια οσμη ευωδιας τω κυριω10εαν δε απο των προβατων το δωρον αυτου τω κυριω απο τε των αρνων και των εριφων εις ολοκαυτωμα αρσεν αμωμον προσαξει αυτο και επιθησει την χειρα επι την κεφαλην αυτου11και σφαξουσιν αυτο εκ πλαγιων του θυσιαστηριου προς βορραν εναντι κυριου και προσχεουσιν οι υιοι ααρων οι ιερεις το αιμα αυτου επι το θυσιαστηριον κυκλω12και διελουσιν αυτο κατα μελη και την κεφαλην και το στεαρ και επιστοιβασουσιν αυτα οι ιερεις επι τα ξυλα τα επι του πυρος τα επι του θυσιαστηριου13και τα εγκοιλια και τους ποδας πλυνουσιν υδατι και προσοισει ο ιερευς τα παντα και επιθησει επι το θυσιαστηριον καρπωμα εστιν θυσια οσμη ευωδιας τω κυριω14εαν δε απο των πετεινων καρπωμα προσφερης δωρον τω κυριω και προσοισει απο των τρυγονων η απο των περιστερων το δωρον αυτου15και προσοισει αυτο ο ιερευς προς το θυσιαστηριον και αποκνισει την κεφαλην και επιθησει ο ιερευς επι το θυσιαστηριον και στραγγιει το αιμα προς την βασιν του θυσιαστηριου16και αφελει τον προλοβον συν τοις πτεροις και εκβαλει αυτο παρα το θυσιαστηριον κατα ανατολας εις τον τοπον της σποδου17και εκκλασει αυτο εκ των πτερυγων και ου διελει και επιθησει αυτο ο ιερευς επι το θυσιαστηριον επι τα ξυλα τα επι του πυρος καρπωμα εστιν θυσια οσμη ευωδιας τω κυριω