Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΙΕΡΕΜΙΑΣ - Geremia - Jeremiah 1


font

1το ρημα του θεου ο εγενετο επι ιερεμιαν τον του χελκιου εκ των ιερεων ος κατωκει εν αναθωθ εν γη βενιαμιν2ος εγενηθη λογος του θεου προς αυτον εν ταις ημεραις ιωσια υιου αμως βασιλεως ιουδα ετους τρισκαιδεκατου εν τη βασιλεια αυτου3και εγενετο εν ταις ημεραις ιωακιμ υιου ιωσια βασιλεως ιουδα εως ενδεκατου ετους σεδεκια υιου ιωσια βασιλεως ιουδα εως της αιχμαλωσιας ιερουσαλημ εν τω πεμπτω μηνι4και εγενετο λογος κυριου προς με λεγων5προ του με πλασαι σε εν κοιλια επισταμαι σε και προ του σε εξελθειν εκ μητρας ηγιακα σε προφητην εις εθνη τεθεικα σε6και ειπα ω δεσποτα κυριε ιδου ουκ επισταμαι λαλειν οτι νεωτερος εγω ειμι7και ειπεν κυριος προς με μη λεγε οτι νεωτερος εγω ειμι οτι προς παντας ους εαν εξαποστειλω σε πορευση και κατα παντα οσα εαν εντειλωμαι σοι λαλησεις8μη φοβηθης απο προσωπου αυτων οτι μετα σου εγω ειμι του εξαιρεισθαι σε λεγει κυριος9και εξετεινεν κυριος την χειρα αυτου προς με και ηψατο του στοματος μου και ειπεν κυριος προς με ιδου δεδωκα τους λογους μου εις το στομα σου10ιδου κατεστακα σε σημερον επι εθνη και βασιλειας εκριζουν και κατασκαπτειν και απολλυειν και ανοικοδομειν και καταφυτευειν11και εγενετο λογος κυριου προς με λεγων τι συ ορας ιερεμια και ειπα βακτηριαν καρυινην12και ειπεν κυριος προς με καλως εωρακας διοτι εγρηγορα εγω επι τους λογους μου του ποιησαι αυτους13και εγενετο λογος κυριου προς με εκ δευτερου λεγων τι συ ορας και ειπα λεβητα υποκαιομενον και το προσωπον αυτου απο προσωπου βορρα14και ειπεν κυριος προς με απο προσωπου βορρα εκκαυθησεται τα κακα επι παντας τους κατοικουντας την γην15διοτι ιδου εγω συγκαλω πασας τας βασιλειας απο βορρα της γης λεγει κυριος και ηξουσιν και θησουσιν εκαστος τον θρονον αυτου επι τα προθυρα των πυλων ιερουσαλημ και επι παντα τα τειχη τα κυκλω αυτης και επι πασας τας πολεις ιουδα16και λαλησω προς αυτους μετα κρισεως περι πασης της κακιας αυτων ως εγκατελιπον με και εθυσαν θεοις αλλοτριοις και προσεκυνησαν τοις εργοις των χειρων αυτων17και συ περιζωσαι την οσφυν σου και αναστηθι και ειπον προς αυτους παντα οσα αν εντειλωμαι σοι μη φοβηθης απο προσωπου αυτων μηδε πτοηθης εναντιον αυτων οτι μετα σου εγω ειμι του εξαιρεισθαι σε λεγει κυριος18ιδου τεθεικα σε εν τη σημερον ημερα ως πολιν οχυραν και ως τειχος χαλκουν οχυρον απασιν τοις βασιλευσιν ιουδα και τοις αρχουσιν αυτου και τω λαω της γης19και πολεμησουσιν σε και ου μη δυνωνται προς σε διοτι μετα σου εγω ειμι του εξαιρεισθαι σε ειπεν κυριος