Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΩΣΗΕ - Osea - Hosea 1


font

1λογος κυριου ος εγενηθη προς ωσηε τον του βεηρι εν ημεραις οζιου και ιωαθαμ και αχαζ και εζεκιου βασιλεων ιουδα και εν ημεραις ιεροβοαμ υιου ιωας βασιλεως ισραηλ2αρχη λογου κυριου προς ωσηε και ειπεν κυριος προς ωσηε βαδιζε λαβε σεαυτω γυναικα πορνειας και τεκνα πορνειας διοτι εκπορνευουσα εκπορνευσει η γη απο οπισθεν του κυριου3και επορευθη και ελαβεν την γομερ θυγατερα δεβηλαιμ και συνελαβεν και ετεκεν αυτω υιον4και ειπεν κυριος προς αυτον καλεσον το ονομα αυτου ιεζραελ διοτι ετι μικρον και εκδικησω το αιμα του ιεζραελ επι τον οικον ιου και καταπαυσω βασιλειαν οικου ισραηλ5και εσται εν τη ημερα εκεινη συντριψω το τοξον του ισραηλ εν τη κοιλαδι του ιεζραελ6και συνελαβεν ετι και ετεκεν θυγατερα και ειπεν αυτω καλεσον το ονομα αυτης ουκ-ηλεημενη διοτι ου μη προσθησω ετι ελεησαι τον οικον του ισραηλ αλλ' η αντιτασσομενος αντιταξομαι αυτοις7τους δε υιους ιουδα ελεησω και σωσω αυτους εν κυριω θεω αυτων και ου σωσω αυτους εν τοξω ουδε εν ρομφαια ουδε εν πολεμω ουδε εν αρμασιν ουδε εν ιπποις ουδε εν ιππευσιν8και απεγαλακτισεν την ουκ-ηλεημενην και συνελαβεν ετι και ετεκεν υιον9και ειπεν καλεσον το ονομα αυτου ου-λαος-μου διοτι υμεις ου λαος μου και εγω ουκ ειμι υμων