Scrutatio

Wenesday, 19 June 2024 - San Romualdo ( Letture di oggi)

ΙΕΖΕΚΙΗΛ - Ezechiele - Ezekiel 1


font

1και εγενετο εν τω τριακοστω ετει εν τω τεταρτω μηνι πεμπτη του μηνος και εγω ημην εν μεσω της αιχμαλωσιας επι του ποταμου του χοβαρ και ηνοιχθησαν οι ουρανοι και ειδον ορασεις θεου2πεμπτη του μηνος τουτο το ετος το πεμπτον της αιχμαλωσιας του βασιλεως ιωακιμ3και εγενετο λογος κυριου προς ιεζεκιηλ υιον βουζι τον ιερεα εν γη χαλδαιων επι του ποταμου του χοβαρ και εγενετο επ' εμε χειρ κυριου4και ειδον και ιδου πνευμα εξαιρον ηρχετο απο βορρα και νεφελη μεγαλη εν αυτω και φεγγος κυκλω αυτου και πυρ εξαστραπτον και εν τω μεσω αυτου ως ορασις ηλεκτρου εν μεσω του πυρος και φεγγος εν αυτω5και εν τω μεσω ως ομοιωμα τεσσαρων ζωων και αυτη η ορασις αυτων ομοιωμα ανθρωπου επ' αυτοις6και τεσσαρα προσωπα τω ενι και τεσσαρες πτερυγες τω ενι7και τα σκελη αυτων ορθα και πτερωτοι οι ποδες αυτων και σπινθηρες ως εξαστραπτων χαλκος και ελαφραι αι πτερυγες αυτων8και χειρ ανθρωπου υποκατωθεν των πτερυγων αυτων επι τα τεσσαρα μερη αυτων και τα προσωπα αυτων των τεσσαρων9ουκ επεστρεφοντο εν τω βαδιζειν αυτα εκαστον κατεναντι του προσωπου αυτων επορευοντο10και ομοιωσις των προσωπων αυτων προσωπον ανθρωπου και προσωπον λεοντος εκ δεξιων τοις τεσσαρσιν και προσωπον μοσχου εξ αριστερων τοις τεσσαρσιν και προσωπον αετου τοις τεσσαρσιν11και αι πτερυγες αυτων εκτεταμεναι ανωθεν τοις τεσσαρσιν εκατερω δυο συνεζευγμεναι προς αλληλας και δυο επεκαλυπτον επανω του σωματος αυτων12και εκατερον κατα προσωπον αυτου επορευετο ου αν ην το πνευμα πορευομενον επορευοντο και ουκ επεστρεφον13και εν μεσω των ζωων ορασις ως ανθρακων πυρος καιομενων ως οψις λαμπαδων συστρεφομενων ανα μεσον των ζωων και φεγγος του πυρος και εκ του πυρος εξεπορευετο αστραπη14-15και ειδον και ιδου τροχος εις επι της γης εχομενος των ζωων τοις τεσσαρσιν16και το ειδος των τροχων ως ειδος θαρσις και ομοιωμα εν τοις τεσσαρσιν και το εργον αυτων ην καθως αν ειη τροχος εν τροχω17επι τα τεσσαρα μερη αυτων επορευοντο ουκ επεστρεφον εν τω πορευεσθαι αυτα18ουδ' οι νωτοι αυτων και υψος ην αυτοις και ειδον αυτα και οι νωτοι αυτων πληρεις οφθαλμων κυκλοθεν τοις τεσσαρσιν19και εν τω πορευεσθαι τα ζωα επορευοντο οι τροχοι εχομενοι αυτων και εν τω εξαιρειν τα ζωα απο της γης εξηροντο οι τροχοι20ου αν ην η νεφελη εκει το πνευμα του πορευεσθαι επορευοντο τα ζωα και οι τροχοι και εξηροντο συν αυτοις διοτι πνευμα ζωης ην εν τοις τροχοις21εν τω πορευεσθαι αυτα επορευοντο και εν τω εσταναι αυτα ειστηκεισαν και εν τω εξαιρειν αυτα απο της γης εξηροντο συν αυτοις οτι πνευμα ζωης ην εν τοις τροχοις22και ομοιωμα υπερ κεφαλης αυτοις των ζωων ωσει στερεωμα ως ορασις κρυσταλλου εκτεταμενον επι των πτερυγων αυτων επανωθεν23και υποκατω του στερεωματος αι πτερυγες αυτων εκτεταμεναι πτερυσσομεναι ετερα τη ετερα εκαστω δυο συνεζευγμεναι επικαλυπτουσαι τα σωματα αυτων24και ηκουον την φωνην των πτερυγων αυτων εν τω πορευεσθαι αυτα ως φωνην υδατος πολλου και εν τω εσταναι αυτα κατεπαυον αι πτερυγες αυτων25και ιδου φωνη υπερανωθεν του στερεωματος του οντος υπερ κεφαλης αυτων26ως ορασις λιθου σαπφειρου ομοιωμα θρονου επ' αυτου και επι του ομοιωματος του θρονου ομοιωμα ως ειδος ανθρωπου ανωθεν27και ειδον ως οψιν ηλεκτρου απο ορασεως οσφυος και επανω και απο ορασεως οσφυος και εως κατω ειδον ως ορασιν πυρος και το φεγγος αυτου κυκλω28ως ορασις τοξου οταν η εν τη νεφελη εν ημερα υετου ουτως η στασις του φεγγους κυκλοθεν αυτη η ορασις ομοιωματος δοξης κυριου και ειδον και πιπτω επι προσωπον μου και ηκουσα φωνην λαλουντος