Scrutatio

Wenesday, 19 June 2024 - San Romualdo ( Letture di oggi)

ΠΑΡΟΙΜΙΑΙ - Proverbi - Proverbs 1


font

1παροιμιαι σαλωμωντος υιου δαυιδ ος εβασιλευσεν εν ισραηλ2γνωναι σοφιαν και παιδειαν νοησαι τε λογους φρονησεως3δεξασθαι τε στροφας λογων νοησαι τε δικαιοσυνην αληθη και κριμα κατευθυνειν4ινα δω ακακοις πανουργιαν παιδι δε νεω αισθησιν τε και εννοιαν5τωνδε γαρ ακουσας σοφος σοφωτερος εσται ο δε νοημων κυβερνησιν κτησεται6νοησει τε παραβολην και σκοτεινον λογον ρησεις τε σοφων και αινιγματα7αρχη σοφιας φοβος θεου συνεσις δε αγαθη πασι τοις ποιουσιν αυτην ευσεβεια δε εις θεον αρχη αισθησεως σοφιαν δε και παιδειαν ασεβεις εξουθενησουσιν8ακουε υιε παιδειαν πατρος σου και μη απωση θεσμους μητρος σου9στεφανον γαρ χαριτων δεξη ση κορυφη και κλοιον χρυσεον περι σω τραχηλω10υιε μη σε πλανησωσιν ανδρες ασεβεις μηδε βουληθης εαν παρακαλεσωσι σε λεγοντες11ελθε μεθ' ημων κοινωνησον αιματος κρυψωμεν δε εις γην ανδρα δικαιον αδικως12καταπιωμεν δε αυτον ωσπερ αδης ζωντα και αρωμεν αυτου την μνημην εκ γης13την κτησιν αυτου την πολυτελη καταλαβωμεθα πλησωμεν δε οικους ημετερους σκυλων14τον δε σον κληρον βαλε εν ημιν κοινον δε βαλλαντιον κτησωμεθα παντες και μαρσιππιον εν γενηθητω ημιν15μη πορευθης εν οδω μετ' αυτων εκκλινον δε τον ποδα σου εκ των τριβων αυτων16οι γαρ ποδες αυτων εις κακιαν τρεχουσιν και ταχινοι του εκχεαι αιμα17ου γαρ αδικως εκτεινεται δικτυα πτερωτοις18αυτοι γαρ οι φονου μετεχοντες θησαυριζουσιν εαυτοις κακα η δε καταστροφη ανδρων παρανομων κακη19αυται αι οδοι εισιν παντων των συντελουντων τα ανομα τη γαρ ασεβεια την εαυτων ψυχην αφαιρουνται20σοφια εν εξοδοις υμνειται εν δε πλατειαις παρρησιαν αγει21επ' ακρων δε τειχεων κηρυσσεται επι δε πυλαις δυναστων παρεδρευει επι δε πυλαις πολεως θαρρουσα λεγει22οσον αν χρονον ακακοι εχωνται της δικαιοσυνης ουκ αισχυνθησονται οι δε αφρονες της υβρεως οντες επιθυμηται ασεβεις γενομενοι εμισησαν αισθησιν23και υπευθυνοι εγενοντο ελεγχοις ιδου προησομαι υμιν εμης πνοης ρησιν διδαξω δε υμας τον εμον λογον24επειδη εκαλουν και ουχ υπηκουσατε και εξετεινον λογους και ου προσειχετε25αλλα ακυρους εποιειτε εμας βουλας τοις δε εμοις ελεγχοις ηπειθησατε26τοιγαρουν καγω τη υμετερα απωλεια επιγελασομαι καταχαρουμαι δε ηνικα αν ερχηται υμιν ολεθρος27και ως αν αφικηται υμιν αφνω θορυβος η δε καταστροφη ομοιως καταιγιδι παρη και οταν ερχηται υμιν θλιψις και πολιορκια η οταν ερχηται υμιν ολεθρος28εσται γαρ οταν επικαλεσησθε με εγω δε ουκ εισακουσομαι υμων ζητησουσιν με κακοι και ουχ ευρησουσιν29εμισησαν γαρ σοφιαν τον δε φοβον του κυριου ου προειλαντο30ουδε ηθελον εμαις προσεχειν βουλαις εμυκτηριζον δε εμους ελεγχους31τοιγαρουν εδονται της εαυτων οδου τους καρπους και της εαυτων ασεβειας πλησθησονται32ανθ' ων γαρ ηδικουν νηπιους φονευθησονται και εξετασμος ασεβεις ολει33ο δε εμου ακουων κατασκηνωσει επ' ελπιδι και ησυχασει αφοβως απο παντος κακου