Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΔΑΝΙΗΛ - Daniele - Daniel 1


font

1ουτως ουν προσηυξατο ανανιας και αζαριας και μισαηλ και υμνησαν τω κυριω οτε αυτους ο βασιλευς προσεταξεν εμβληθηναι εις την καμινον2στας δε αζαριας προσηυξατο ουτως και ανοιξας το στομα αυτου εξωμολογειτο τω κυριω αμα τοις συνεταιροις αυτου εν μεσω τω πυρι υποκαιομενης της καμινου υπο των χαλδαιων σφοδρα και ειπαν3ευλογητος ει κυριε ο θεος των πατερων ημων και αινετον και δεδοξασμενον το ονομα σου εις τους αιωνας4οτι δικαιος ει επι πασιν οις εποιησας ημιν και παντα τα εργα σου αληθινα και αι οδοι σου ευθειαι και πασαι αι κρισεις σου αληθιναι5και κριματα αληθειας εποιησας κατα παντα α επηγαγες ημιν και επι την πολιν σου την αγιαν την των πατερων ημων ιερουσαλημ διοτι εν αληθεια και κρισει εποιησας παντα ταυτα δια τας αμαρτιας ημων6οτι ημαρτομεν εν πασι και ηνομησαμεν αποστηναι απο σου και εξημαρτομεν εν πασι και των εντολων του νομου σου ουχ υπηκουσαμεν7ουδε συνετηρησαμεν ουδε εποιησαμεν καθως ενετειλω ημιν ινα ευ ημιν γενηται8και νυν παντα οσα ημιν επηγαγες και παντα οσα εποιησας ημιν εν αληθινη κρισει εποιησας9και παρεδωκας ημας εις χειρας εχθρων ημων ανομων και εχθιστων αποστατων και βασιλει αδικω και πονηροτατω παρα πασαν την γην10και νυν ουκ εστιν ημιν ανοιξαι το στομα αισχυνη και ονειδος εγενηθη τοις δουλοις σου και τοις σεβομενοις σε11μη παραδως ημας εις τελος δια το ονομα σου και μη διασκεδασης σου την διαθηκην12και μη αποστησης το ελεος σου αφ' ημων δια αβρααμ τον ηγαπημενον υπο σου και δια ισαακ τον δουλον σου και ισραηλ τον αγιον σου13ως ελαλησας προς αυτους λεγων πληθυναι το σπερμα αυτων ως τα αστρα του ουρανου και ως την αμμον την παρα το χειλος της θαλασσης14οτι δεσποτα εσμικρυνθημεν παρα παντα τα εθνη και εσμεν ταπεινοι εν παση τη γη σημερον δια τας αμαρτιας ημων15και ουκ εστιν εν τω καιρω τουτω αρχων και προφητης ουδε ηγουμενος ουδε ολοκαυτωσις ουδε θυσια ουδε προσφορα ουδε θυμιαμα ουδε τοπος του καρπωσαι ενωπιον σου και ευρειν ελεος16αλλ' εν ψυχη συντετριμμενη και πνευματι τεταπεινωμενω προσδεχθειημεν ως εν ολοκαυτωμασι κριων και ταυρων και ως εν μυριασιν αρνων πιονων17ουτω γενεσθω ημων η θυσια ενωπιον σου σημερον και εξιλασαι οπισθεν σου οτι ουκ εστιν αισχυνη τοις πεποιθοσιν επι σοι και τελειωσαι οπισθεν σου18και νυν εξακολουθουμεν εν ολη καρδια και φοβουμεθα σε και ζητουμεν το προσωπον σου μη καταισχυνης ημας19αλλα ποιησον μεθ' ημων κατα την επιεικειαν σου και κατα το πληθος του ελεους σου20και εξελου ημας κατα τα θαυμασια σου και δος δοξαν τω ονοματι σου κυριε21και εντραπειησαν παντες οι ενδεικνυμενοι τοις δουλοις σου κακα και καταισχυνθειησαν απο πασης δυναστειας και η ισχυς αυτων συντριβειη22γνωτωσαν οτι συ ει μονος κυριος ο θεος και ενδοξος εφ' ολην την οικουμενην23και ου διελιπον οι εμβαλλοντες αυτους υπηρεται του βασιλεως καιοντες την καμινον και ηνικα ενεβαλοσαν τους τρεις εις απαξ εις την καμινον και η καμινος ην διαπυρος κατα την θερμασιαν αυτης επταπλασιως και οτε αυτους ενεβαλοσαν οι μεν εμβαλλοντες αυτους ησαν υπερανω αυτων οι δε υπεκαιον υποκατωθεν αυτων ναφθαν και στιππυον και πισσαν και κληματιδα24και διεχειτο η φλοξ επανω της καμινου επι πηχεις τεσσαρακοντα εννεα25και διεξωδευσε και ενεπυρισεν ους ευρε περι την καμινον των χαλδαιων26αγγελος δε κυριου συγκατεβη αμα τοις περι τον αζαριαν εις την καμινον και εξετιναξε την φλογα του πυρος εκ της καμινου27και εποιησε το μεσον της καμινου ωσει πνευμα δροσου διασυριζον και ουχ ηψατο αυτων καθολου το πυρ και ουκ ελυπησε και ου παρηνωχλησεν αυτους28αναλαβοντες δε οι τρεις ως εξ ενος στοματος υμνουν και εδοξαζον και ευλογουν και εξυψουν τον θεον εν τη καμινω λεγοντες29ευλογητος ει κυριε ο θεος των πατερων ημων και αινετος και υπερυψουμενος εις τους αιωνας και ευλογημενον το ονομα της δοξης σου το αγιον και υπεραινετον και υπερυψωμενον εις παντας τους αιωνας30ευλογημενος ει εν τω ναω της αγιας δοξης σου και υπερυμνητος και υπερενδοξος εις τους αιωνας31ευλογητος ει επι θρονου της βασιλειας σου και υμνητος και υπερυψωμενος εις τους αιωνας32ευλογητος ει ο βλεπων αβυσσους καθημενος επι χερουβιμ και αινετος και δεδοξασμενος εις τους αιωνας33ευλογητος ει εν τω στερεωματι και υμνητος και δεδοξασμενος εις τους αιωνας34ευλογειτε παντα τα εργα του κυριου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας35ευλογειτε αγγελοι κυριου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας36ευλογειτε ουρανοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας37ευλογειτε υδατα παντα τα επανω του ουρανου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας38ευλογειτε πασαι αι δυναμεις κυριου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας39ευλογειτε ηλιος και σεληνη τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας40ευλογειτε αστρα του ουρανου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας41ευλογειτε πας ομβρος και δροσος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας42ευλογειτε παντα τα πνευματα τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας43ευλογειτε πυρ και καυμα τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας44ευλογειτε ριγος και ψυχος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας45ευλογειτε δροσοι και νιφετοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας46ευλογειτε παγοι και ψυχος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας47ευλογειτε παχναι και χιονες τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας48ευλογειτε νυκτες και ημεραι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας49ευλογειτε φως και σκοτος τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας50ευλογειτε αστραπαι και νεφελαι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας51ευλογειτω η γη τον κυριον υμνειτω και υπερυψουτω αυτον εις τους αιωνας52ευλογειτε ορη και βουνοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας53ευλογειτε παντα τα φυομενα επι της γης τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας54ευλογειτε αι πηγαι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας55ευλογειτε θαλασσαι και ποταμοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας56ευλογειτε κητη και παντα τα κινουμενα εν τοις υδασι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας57ευλογειτε παντα τα πετεινα του ουρανου τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας58ευλογειτε τετραποδα και θηρια της γης τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας59ευλογειτε οι υιοι των ανθρωπων τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας60ευλογειτε ισραηλ τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας61ευλογειτε ιερεις τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας62ευλογειτε δουλοι τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας63ευλογειτε πνευματα και ψυχαι δικαιων τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας64ευλογειτε οσιοι και ταπεινοι καρδια τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας65ευλογειτε ανανια αζαρια μισαηλ τον κυριον υμνειτε και υπερυψουτε αυτον εις τους αιωνας οτι εξειλετο ημας εξ αδου και εσωσεν ημας εκ χειρος θανατου και ερρυσατο ημας εκ μεσου καιομενης φλογος και εκ του πυρος ελυτρωσατο ημας66εξομολογεισθε τω κυριω οτι χρηστος οτι εις τον αιωνα το ελεος αυτου67ευλογειτε παντες οι σεβομενοι τον θεον των θεων υμνειτε και εξομολογεισθε οτι εις τον αιωνα το ελεος αυτου και εις τον αιωνα των αιωνων .