Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΚΡΙΤΑΙ - Giudici - Judges 1


font

1και εγενετο μετα την τελευτην ιησου και επηρωτων οι υιοι ισραηλ εν κυριω λεγοντες τις αναβησεται ημιν προς τον χαναναιον αφηγουμενος του πολεμησαι εν αυτω2και ειπεν κυριος ιουδας αναβησεται ιδου δεδωκα την γην εν χειρι αυτου3και ειπεν ιουδας προς συμεων τον αδελφον αυτου αναβηθι μετ' εμου εν τω κληρω μου και πολεμησωμεν εν τω χαναναιω και πορευσομαι και γε εγω μετα σου εν τω κληρω σου και επορευθη μετ' αυτου συμεων4και ανεβη ιουδας και εδωκεν κυριος τον χαναναιον και τον φερεζαιον εν χειρι αυτου και επαταξεν αυτους εν βεζεκ δεκα χιλιαδας ανδρων5και ευρον τον αδωνιβεζεκ εν βεζεκ και επολεμησαν εν αυτω και επαταξαν τον χαναναιον και τον φερεζαιον6και εφυγεν αδωνιβεζεκ και κατεδιωξαν οπισω αυτου και ελαβον αυτον και απεκοψαν τα ακρα των χειρων αυτου και των ποδων αυτου7και ειπεν αδωνιβεζεκ εβδομηκοντα βασιλεις τα ακρα των χειρων αυτων και των ποδων αυτων αποκεκομμενοι ησαν συλλεγοντες τα υποκατω της τραπεζης μου καθως ουν εποιησα ουτως ανταπεδωκεν μοι ο θεος και ηγαγον αυτον εις ιερουσαλημ και απεθανεν εκει8και επολεμησαν οι υιοι ιουδα εν ιερουσαλημ και κατελαβοντο αυτην και επαταξαν αυτην εν στοματι ρομφαιας και την πολιν ενεπρησαν εν πυρι9και μετα ταυτα κατεβησαν οι υιοι ιουδα πολεμησαι εν τω χαναναιω τω κατοικουντι την ορεινην και τον νοτον και την πεδινην10και επορευθη ιουδας προς τον χαναναιον τον κατοικουντα εν χεβρων και εξηλθεν χεβρων εξ εναντιας το δε ονομα χεβρων ην εμπροσθεν καριαθαρβοκσεφερ και επαταξεν τον σεσι και τον αχιμαν και τον θολμι γεννηματα του ενακ11και επορευθησαν εκειθεν προς τους κατοικουντας δαβιρ και το ονομα δαβιρ ην εμπροσθεν πολις γραμματων12και ειπεν χαλεβ ος αν παταξη την πολιν των γραμματων και προκαταλαβηται αυτην δωσω αυτω την ασχαν θυγατερα μου εις γυναικα13και προκατελαβετο αυτην γοθονιηλ υιος κενεζ αδελφος χαλεβ ο νεωτερος και εδωκεν αυτω την ασχαν θυγατερα αυτου εις γυναικα14και εγενετο εν τω εισπορευεσθαι αυτην και επεσεισεν αυτην αιτησαι παρα του πατρος αυτης τον αγρον και εγογγυζεν επανω του υποζυγιου και εκραξεν απο του υποζυγιου εις γην νοτου εκδεδοσαι με και ειπεν αυτη χαλεβ τι εστιν σοι15και ειπεν αυτω ασχα δος μοι ευλογιαν οτι εις γην νοτου εκδεδοσαι με και δωσεις μοι λυτρωσιν υδατος και εδωκεν αυτη χαλεβ κατα την καρδιαν αυτης την λυτρωσιν μετεωρων και την λυτρωσιν ταπεινων16και οι υιοι ιωβαβ του κιναιου πενθερου μωυση ανεβησαν εκ της πολεως των φοινικων προς τους υιους ιουδα εις την ερημον την ουσαν εν τω νοτω επι καταβασεως αραδ και επορευθη και κατωκησεν μετα του λαου17και επορευθη ιουδας μετα συμεων του αδελφου αυτου και επαταξαν τον χαναναιον τον κατοικουντα σεφεθ και ανεθεματισαν αυτην και εξωλεθρευσαν αυτην και εκαλεσαν το ονομα της πολεως εξολεθρευσις18και ουκ εκληρονομησεν ιουδας την γαζαν και το οριον αυτης και την ασκαλωνα και το οριον αυτης και την ακκαρων και το οριον αυτης και την αζωτον και τα περισπορια αυτης19και ην κυριος μετα ιουδα και εκληρονομησεν το ορος οτι ουκ εδυνατο κληρονομησαι τους κατοικουντας την κοιλαδα οτι ρηχαβ διεστειλατο αυτην20και εδωκεν τω χαλεβ την χεβρων καθα ελαλησεν μωυσης και εκληρονομησεν εκειθεν τας τρεις πολεις και εξηρεν εκειθεν τους τρεις υιους ενακ21και τον ιεβουσαιον τον κατοικουντα εν ιερουσαλημ ουκ εξηραν οι υιοι βενιαμιν και κατωκησεν ο ιεβουσαιος μετα των υιων βενιαμιν εως της ημερας ταυτης22και ανεβησαν οι υιοι ιωσηφ και γε αυτοι εις βαιθηλ και ιουδας μετ' αυτων23και παρενεβαλον οικος ισραηλ κατα βαιθηλ το δε ονομα της πολεως ην εμπροσθεν λουζα24και ειδον οι φυλασσοντες ανδρα εκπορευομενον εκ της πολεως και ελαβαν αυτον και ειπον αυτω δειξον ημιν την εισοδον της πολεως και ποιησομεν μετα σου ελεος25και εδειξεν αυτοις την εισοδον της πολεως και επαταξαν την πολιν εν στοματι ρομφαιας τον δε ανδρα και την συγγενειαν αυτου εξαπεστειλαν26και απηλθεν ο ανηρ εις γην χεττιιμ και ωκοδομησεν εκει πολιν και εκαλεσεν το ονομα αυτης λουζα τουτο ονομα αυτης εως της ημερας ταυτης27και ουκ εκληρονομησεν μανασσης την βαιθσαν η εστιν σκυθων πολις ουδε τας θυγατερας αυτης ουδε τα περισπορια αυτης ουδε την εκθανααδ και τας θυγατερας αυτης ουδε τους κατοικουντας δωρ και τας θυγατερας αυτης και τους κατοικουντας βαλααμ και τας θυγατερας αυτης και τους κατοικουντας μαγεδων και τας θυγατερας αυτης ουδε τους κατοικουντας ιεβλααμ ουδε τας θυγατερας αυτης και ηρξατο ο χαναναιος κατοικειν εν τη γη ταυτη28και εγενετο οτε ενισχυσεν ισραηλ και εθετο τον χαναναιον εις φορον και εξαιρων ουκ εξηρεν αυτον29και εφραιμ ουκ εξηρεν τον χαναναιον τον κατοικουντα εν γαζερ και κατωκει ο χαναναιος εν μεσω αυτου εν γαζερ και εγενετο εις φορον30και ζαβουλων ουκ εξηρεν τους κατοικουντας κεδρων και τους κατοικουντας ενααλα και κατωκησεν ο χαναναιος εν μεσω αυτου και εγενετο εις φορον31και ασηρ ουκ εξηρεν τους κατοικουντας ακχω και εγενετο αυτω εις φορον και τους κατοικουντας δωρ και τους κατοικουντας σιδωνα και τους κατοικουντας ααλαφ και τον αχαζιβ και την χελβα και την αφεκ και την ροωβ32και κατωκησεν ασηρ εν μεσω του χαναναιου του κατοικουντος την γην οτι ουκ εδυνασθη εξαραι αυτον33και νεφθαλι ουκ εξηρεν τους κατοικουντας βαιθσαμυς ουδε τους κατοικουντας βαιθενεθ και κατωκησεν ισραηλ εν μεσω του χαναναιου του κατοικουντος την γην οι δε κατοικουντες βαιθσαμυς και την βαιθενεθ εγενηθησαν αυτοις εις φορον34και εξεθλιψεν ο αμορραιος τους υιους δαν εις το ορος οτι ουκ αφηκεν αυτον καταβηναι εις την κοιλαδα35και ηρξατο ο αμορραιος κατοικειν εν τω ορει του μυρσινωνος ου αι αρκοι και αι αλωπεκες και εβαρυνθη η χειρ οικου ιωσηφ επι τον αμορραιον και εγενετο εις φορον36και το οριον του αμορραιου ο ιδουμαιος επανω ακραβιν επι της πετρας και επανω