Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΡΟΥΘ - Ruth 1


font

1και εγενετο εν τω κρινειν τους κριτας και εγενετο λιμος εν τη γη και επορευθη ανηρ απο βαιθλεεμ της ιουδα του παροικησαι εν αγρω μωαβ αυτος και η γυνη αυτου και οι υιοι αυτου2και ονομα τω ανδρι αβιμελεχ και ονομα τη γυναικι αυτου νωεμιν και ονομα τοις δυσιν υιοις αυτου μααλων και χελαιων εφραθαιοι εκ βαιθλεεμ της ιουδα και ηλθοσαν εις αγρον μωαβ και ησαν εκει3και απεθανεν αβιμελεχ ο ανηρ της νωεμιν και κατελειφθη αυτη και οι δυο υιοι αυτης4και ελαβοσαν εαυτοις γυναικας μωαβιτιδας ονομα τη μια ορφα και ονομα τη δευτερα ρουθ και κατωκησαν εκει ως δεκα ετη5και απεθανον και γε αμφοτεροι μααλων και χελαιων και κατελειφθη η γυνη απο του ανδρος αυτης και απο των δυο υιων αυτης6και ανεστη αυτη και αι δυο νυμφαι αυτης και απεστρεψαν εξ αγρου μωαβ οτι ηκουσαν εν αγρω μωαβ οτι επεσκεπται κυριος τον λαον αυτου δουναι αυτοις αρτους7και εξηλθεν εκ του τοπου ου ην εκει και αι δυο νυμφαι αυτης μετ' αυτης και επορευοντο εν τη οδω του επιστρεψαι εις την γην ιουδα8και ειπεν νωεμιν ταις νυμφαις αυτης πορευεσθε δη αποστραφητε εκαστη εις οικον μητρος αυτης ποιησαι κυριος μεθ' υμων ελεος καθως εποιησατε μετα των τεθνηκοτων και μετ' εμου9δωη κυριος υμιν και ευροιτε αναπαυσιν εκαστη εν οικω ανδρος αυτης και κατεφιλησεν αυτας και επηραν την φωνην αυτων και εκλαυσαν10και ειπαν αυτη μετα σου επιστρεφομεν εις τον λαον σου11και ειπεν νωεμιν επιστραφητε δη θυγατερες μου και ινα τι πορευεσθε μετ' εμου μη ετι μοι υιοι εν τη κοιλια μου και εσονται υμιν εις ανδρας12επιστραφητε δη θυγατερες μου διοτι γεγηρακα του μη ειναι ανδρι οτι ειπα οτι εστιν μοι υποστασις του γενηθηναι με ανδρι και τεξομαι υιους13μη αυτους προσδεξεσθε εως ου αδρυνθωσιν η αυτοις κατασχεθησεσθε του μη γενεσθαι ανδρι μη δη θυγατερες μου οτι επικρανθη μοι υπερ υμας οτι εξηλθεν εν εμοι χειρ κυριου14και επηραν την φωνην αυτων και εκλαυσαν ετι και κατεφιλησεν ορφα την πενθεραν αυτης και επεστρεψεν εις τον λαον αυτης ρουθ δε ηκολουθησεν αυτη15και ειπεν νωεμιν προς ρουθ ιδου ανεστρεψεν η συννυμφος σου προς λαον αυτης και προς τους θεους αυτης επιστραφητι δη και συ οπισω της συννυμφου σου16ειπεν δε ρουθ μη απαντησαι εμοι του καταλιπειν σε η αποστρεψαι οπισθεν σου οτι συ οπου εαν πορευθης πορευσομαι και ου εαν αυλισθης αυλισθησομαι ο λαος σου λαος μου και ο θεος σου θεος μου17και ου εαν αποθανης αποθανουμαι κακει ταφησομαι ταδε ποιησαι μοι κυριος και ταδε προσθειη οτι θανατος διαστελει ανα μεσον εμου και σου18ιδουσα δε νωεμιν οτι κραταιουται αυτη του πορευεσθαι μετ' αυτης εκοπασεν του λαλησαι προς αυτην ετι19επορευθησαν δε αμφοτεραι εως του παραγενεσθαι αυτας εις βαιθλεεμ και ηχησεν πασα η πολις επ' αυταις και ειπον αυτη εστιν νωεμιν20και ειπεν προς αυτας μη δη καλειτε με νωεμιν καλεσατε με πικραν οτι επικρανθη εν εμοι ο ικανος σφοδρα21εγω πληρης επορευθην και κενην απεστρεψεν με ο κυριος και ινα τι καλειτε με νωεμιν και κυριος εταπεινωσεν με και ο ικανος εκακωσεν με22και επεστρεψεν νωεμιν και ρουθ η μωαβιτις η νυμφη αυτης επιστρεφουσα εξ αγρου μωαβ αυται δε παρεγενηθησαν εις βαιθλεεμ εν αρχη θερισμου κριθων