Scrutatio

Wenesday, 19 June 2024 - San Romualdo ( Letture di oggi)

ΖΑΧΑΡΙΑΣ - Zaccaria - Zachariah 1


font

1εν τω ογδοω μηνι ετους δευτερου επι δαρειου εγενετο λογος κυριου προς ζαχαριαν τον του βαραχιου υιον αδδω τον προφητην λεγων2ωργισθη κυριος επι τους πατερας υμων οργην μεγαλην3και ερεις προς αυτους ταδε λεγει κυριος παντοκρατωρ επιστρεψατε προς με και επιστραφησομαι προς υμας λεγει κυριος4και μη γινεσθε καθως οι πατερες υμων οις ενεκαλεσαν αυτοις οι προφηται οι εμπροσθεν λεγοντες ταδε λεγει κυριος παντοκρατωρ αποστρεψατε απο των οδων υμων των πονηρων και απο των επιτηδευματων υμων των πονηρων και ου προσεσχον του εισακουσαι μου λεγει κυριος5οι πατερες υμων που εισιν και οι προφηται μη τον αιωνα ζησονται6πλην τους λογους μου και τα νομιμα μου δεχεσθε οσα εγω εντελλομαι εν πνευματι μου τοις δουλοις μου τοις προφηταις οι κατελαβοσαν τους πατερας υμων και απεκριθησαν και ειπαν καθως παρατετακται κυριος παντοκρατωρ του ποιησαι κατα τας οδους υμων και κατα τα επιτηδευματα υμων ουτως εποιησεν υμιν7τη τετραδι και εικαδι τω ενδεκατω μηνι ουτος εστιν ο μην σαβατ εν τω δευτερω ετει επι δαρειου εγενετο λογος κυριου προς ζαχαριαν τον του βαραχιου υιον αδδω τον προφητην λεγων8εωρακα την νυκτα και ιδου ανηρ επιβεβηκως επι ιππον πυρρον και ουτος ειστηκει ανα μεσον των δυο ορεων των κατασκιων και οπισω αυτου ιπποι πυρροι και ψαροι και ποικιλοι και λευκοι9και ειπα τι ουτοι κυριε και ειπεν προς με ο αγγελος ο λαλων εν εμοι εγω δειξω σοι τι εστιν ταυτα10και απεκριθη ο ανηρ ο εφεστηκως ανα μεσον των ορεων και ειπεν προς με ουτοι εισιν ους εξαπεσταλκεν κυριος του περιοδευσαι την γην11και απεκριθησαν τω αγγελω κυριου τω εφεστωτι ανα μεσον των ορεων και ειπον περιωδευκαμεν πασαν την γην και ιδου πασα η γη κατοικειται και ησυχαζει12και απεκριθη ο αγγελος κυριου και ειπεν κυριε παντοκρατωρ εως τινος ου μη ελεησης την ιερουσαλημ και τας πολεις ιουδα ας υπερειδες τουτο εβδομηκοστον ετος13και απεκριθη κυριος παντοκρατωρ τω αγγελω τω λαλουντι εν εμοι ρηματα καλα και λογους παρακλητικους14και ειπεν προς με ο αγγελος ο λαλων εν εμοι ανακραγε λεγων ταδε λεγει κυριος παντοκρατωρ εζηλωκα την ιερουσαλημ και την σιων ζηλον μεγαν15και οργην μεγαλην εγω οργιζομαι επι τα εθνη τα συνεπιτιθεμενα ανθ' ων εγω μεν ωργισθην ολιγα αυτοι δε συνεπεθεντο εις κακα16δια τουτο ταδε λεγει κυριος επιστρεψω επι ιερουσαλημ εν οικτιρμω και ο οικος μου ανοικοδομηθησεται εν αυτη λεγει κυριος παντοκρατωρ και μετρον εκταθησεται επι ιερουσαλημ ετι17και ειπεν προς με ο αγγελος ο λαλων εν εμοι ανακραγε λεγων ταδε λεγει κυριος παντοκρατωρ ετι διαχυθησονται πολεις εν αγαθοις και ελεησει κυριος ετι την σιων και αιρετιει ετι την ιερουσαλημ