Scrutatio

Tuesday, 25 June 2024 - San Guglielmo ( Letture di oggi)

ΘΡΗΝΟΙ - Lamentazioni - Lamentations 1


font

1πως εκαθισεν μονη η πολις η πεπληθυμμενη λαων εγενηθη ως χηρα πεπληθυμμενη εν εθνεσιν αρχουσα εν χωραις εγενηθη εις φορον2κλαιουσα εκλαυσεν εν νυκτι και τα δακρυα αυτης επι των σιαγονων αυτης και ουχ υπαρχει ο παρακαλων αυτην απο παντων των αγαπωντων αυτην παντες οι φιλουντες αυτην ηθετησαν εν αυτη εγενοντο αυτη εις εχθρους3μετωκισθη η ιουδαια απο ταπεινωσεως αυτης και απο πληθους δουλειας αυτης εκαθισεν εν εθνεσιν ουχ ευρεν αναπαυσιν παντες οι καταδιωκοντες αυτην κατελαβον αυτην ανα μεσον των θλιβοντων4οδοι σιων πενθουσιν παρα το μη ειναι ερχομενους εν εορτη πασαι αι πυλαι αυτης ηφανισμεναι οι ιερεις αυτης αναστεναζουσιν αι παρθενοι αυτης αγομεναι και αυτη πικραινομενη εν εαυτη5εγενοντο οι θλιβοντες αυτην εις κεφαλην και οι εχθροι αυτης ευθηνουσαν οτι κυριος εταπεινωσεν αυτην επι το πληθος των ασεβειων αυτης τα νηπια αυτης επορευθησαν εν αιχμαλωσια κατα προσωπον θλιβοντος6και εξηλθεν εκ θυγατρος σιων πασα η ευπρεπεια αυτης εγενοντο οι αρχοντες αυτης ως κριοι ουχ ευρισκοντες νομην και επορευοντο εν ουκ ισχυι κατα προσωπον διωκοντος7εμνησθη ιερουσαλημ ημερων ταπεινωσεως αυτης και απωσμων αυτης παντα τα επιθυμηματα αυτης οσα ην εξ ημερων αρχαιων εν τω πεσειν τον λαον αυτης εις χειρας θλιβοντος και ουκ ην ο βοηθων αυτη ιδοντες οι εχθροι αυτης εγελασαν επι μετοικεσια αυτης8αμαρτιαν ημαρτεν ιερουσαλημ δια τουτο εις σαλον εγενετο παντες οι δοξαζοντες αυτην εταπεινωσαν αυτην ειδον γαρ την ασχημοσυνην αυτης και γε αυτη στεναζουσα και απεστραφη οπισω9ακαθαρσια αυτης προς ποδων αυτης ουκ εμνησθη εσχατα αυτης και κατεβιβασεν υπερογκα ουκ εστιν ο παρακαλων αυτην ιδε κυριε την ταπεινωσιν μου οτι εμεγαλυνθη εχθρος10χειρα αυτου εξεπετασεν θλιβων επι παντα τα επιθυμηματα αυτης ειδεν γαρ εθνη εισελθοντα εις το αγιασμα αυτης α ενετειλω μη εισελθειν αυτα εις εκκλησιαν σου11πας ο λαος αυτης καταστεναζοντες ζητουντες αρτον εδωκαν τα επιθυμηματα αυτης εν βρωσει του επιστρεψαι ψυχην ιδε κυριε και επιβλεψον οτι εγενηθην ητιμωμενη12ου προς υμας παντες οι παραπορευομενοι οδον επιστρεψατε και ιδετε ει εστιν αλγος κατα το αλγος μου ο εγενηθη φθεγξαμενος εν εμοι εταπεινωσεν με κυριος εν ημερα οργης θυμου αυτου13εξ υψους αυτου απεστειλεν πυρ εν τοις οστεοις μου κατηγαγεν αυτο διεπετασεν δικτυον τοις ποσιν μου απεστρεψεν με εις τα οπισω εδωκεν με ηφανισμενην ολην την ημεραν οδυνωμενην14εγρηγορηθη επι τα ασεβηματα μου εν χερσιν μου συνεπλακησαν ανεβησαν επι τον τραχηλον μου ησθενησεν η ισχυς μου οτι εδωκεν κυριος εν χερσιν μου οδυνας ου δυνησομαι στηναι15εξηρεν παντας τους ισχυρους μου ο κυριος εκ μεσου μου εκαλεσεν επ' εμε καιρον του συντριψαι εκλεκτους μου ληνον επατησεν κυριος παρθενω θυγατρι ιουδα επι τουτοις εγω κλαιω16ο οφθαλμος μου κατηγαγεν υδωρ οτι εμακρυνθη απ' εμου ο παρακαλων με ο επιστρεφων ψυχην μου εγενοντο οι υιοι μου ηφανισμενοι οτι εκραταιωθη ο εχθρος17διεπετασεν σιων χειρας αυτης ουκ εστιν ο παρακαλων αυτην ενετειλατο κυριος τω ιακωβ κυκλω αυτου οι θλιβοντες αυτον εγενηθη ιερουσαλημ εις αποκαθημενην ανα μεσον αυτων18δικαιος εστιν κυριος οτι το στομα αυτου παρεπικρανα ακουσατε δη παντες οι λαοι και ιδετε το αλγος μου παρθενοι μου και νεανισκοι μου επορευθησαν εν αιχμαλωσια19εκαλεσα τους εραστας μου αυτοι δε παρελογισαντο με οι ιερεις μου και οι πρεσβυτεροι μου εν τη πολει εξελιπον οτι εζητησαν βρωσιν αυτοις ινα επιστρεψωσιν ψυχας αυτων και ουχ ευρον20ιδε κυριε οτι θλιβομαι η κοιλια μου εταραχθη και η καρδια μου εστραφη εν εμοι οτι παραπικραινουσα παρεπικρανα εξωθεν ητεκνωσεν με μαχαιρα ωσπερ θανατος εν οικω21ακουσατε δη οτι στεναζω εγω ουκ εστιν ο παρακαλων με παντες οι εχθροι μου ηκουσαν τα κακα μου και εχαρησαν οτι συ εποιησας επηγαγες ημεραν εκαλεσας καιρον και εγενοντο ομοιοι εμοι22εισελθοι πασα η κακια αυτων κατα προσωπον σου και επιφυλλισον αυτοις ον τροπον εποιησαν επιφυλλιδα περι παντων των αμαρτηματων μου οτι πολλοι οι στεναγμοι μου και η καρδια μου λυπειται