Scrutatio

Tuesday, 25 June 2024 - San Guglielmo ( Letture di oggi)

ΨΑΛΜΟΙ - Salmi - Psalms 1


font

1μακαριος ανηρ ος ουκ επορευθη εν βουλη ασεβων και εν οδω αμαρτωλων ουκ εστη και επι καθεδραν λοιμων ουκ εκαθισεν2αλλ' η εν τω νομω κυριου το θελημα αυτου και εν τω νομω αυτου μελετησει ημερας και νυκτος3και εσται ως το ξυλον το πεφυτευμενον παρα τας διεξοδους των υδατων ο τον καρπον αυτου δωσει εν καιρω αυτου και το φυλλον αυτου ουκ απορρυησεται και παντα οσα αν ποιη κατευοδωθησεται4ουχ ουτως οι ασεβεις ουχ ουτως αλλ' η ως ο χνους ον εκριπτει ο ανεμος απο προσωπου της γης5δια τουτο ουκ αναστησονται ασεβεις εν κρισει ουδε αμαρτωλοι εν βουλη δικαιων6οτι γινωσκει κυριος οδον δικαιων και οδος ασεβων απολειται