Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΕΞΟΔΟΣ - Esodo - Exodus 1


font

1ταυτα τα ονοματα των υιων ισραηλ των εισπεπορευμενων εις αιγυπτον αμα ιακωβ τω πατρι αυτων εκαστος πανοικια αυτων εισηλθοσαν2ρουβην συμεων λευι ιουδας3ισσαχαρ ζαβουλων και βενιαμιν4δαν και νεφθαλι γαδ και ασηρ5ιωσηφ δε ην εν αιγυπτω ησαν δε πασαι ψυχαι εξ ιακωβ πεντε και εβδομηκοντα6ετελευτησεν δε ιωσηφ και παντες οι αδελφοι αυτου και πασα η γενεα εκεινη7οι δε υιοι ισραηλ ηυξηθησαν και επληθυνθησαν και χυδαιοι εγενοντο και κατισχυον σφοδρα σφοδρα επληθυνεν δε η γη αυτους8ανεστη δε βασιλευς ετερος επ' αιγυπτον ος ουκ ηδει τον ιωσηφ9ειπεν δε τω εθνει αυτου ιδου το γενος των υιων ισραηλ μεγα πληθος και ισχυει υπερ ημας10δευτε ουν κατασοφισωμεθα αυτους μηποτε πληθυνθη και ηνικα αν συμβη ημιν πολεμος προστεθησονται και ουτοι προς τους υπεναντιους και εκπολεμησαντες ημας εξελευσονται εκ της γης11και επεστησεν αυτοις επιστατας των εργων ινα κακωσωσιν αυτους εν τοις εργοις και ωκοδομησαν πολεις οχυρας τω φαραω την τε πιθωμ και ραμεσση και ων η εστιν ηλιου πολις12καθοτι δε αυτους εταπεινουν τοσουτω πλειους εγινοντο και ισχυον σφοδρα σφοδρα και εβδελυσσοντο οι αιγυπτιοι απο των υιων ισραηλ13και κατεδυναστευον οι αιγυπτιοι τους υιους ισραηλ βια14και κατωδυνων αυτων την ζωην εν τοις εργοις τοις σκληροις τω πηλω και τη πλινθεια και πασι τοις εργοις τοις εν τοις πεδιοις κατα παντα τα εργα ων κατεδουλουντο αυτους μετα βιας15και ειπεν ο βασιλευς των αιγυπτιων ταις μαιαις των εβραιων τη μια αυτων η ονομα σεπφωρα και το ονομα της δευτερας φουα16και ειπεν οταν μαιουσθε τας εβραιας και ωσιν προς τω τικτειν εαν μεν αρσεν η αποκτεινατε αυτο εαν δε θηλυ περιποιεισθε αυτο17εφοβηθησαν δε αι μαιαι τον θεον και ουκ εποιησαν καθοτι συνεταξεν αυταις ο βασιλευς αιγυπτου και εζωογονουν τα αρσενα18εκαλεσεν δε ο βασιλευς αιγυπτου τας μαιας και ειπεν αυταις τι οτι εποιησατε το πραγμα τουτο και εζωογονειτε τα αρσενα19ειπαν δε αι μαιαι τω φαραω ουχ ως γυναικες αιγυπτου αι εβραιαι τικτουσιν γαρ πριν η εισελθειν προς αυτας τας μαιας και ετικτον20ευ δε εποιει ο θεος ταις μαιαις και επληθυνεν ο λαος και ισχυεν σφοδρα21επειδη εφοβουντο αι μαιαι τον θεον εποιησαν εαυταις οικιας22συνεταξεν δε φαραω παντι τω λαω αυτου λεγων παν αρσεν ο εαν τεχθη τοις εβραιοις εις τον ποταμον ριψατε και παν θηλυ ζωογονειτε αυτο