Scrutatio

Wenesday, 19 June 2024 - San Romualdo ( Letture di oggi)

ΣΟΦΟΝΙΑΣ - Sofonia - Zephaniah 1


font

1λογος κυριου ος εγενηθη προς σοφονιαν τον του χουσι υιον γοδολιου του αμαριου του εζεκιου εν ημεραις ιωσιου υιου αμων βασιλεως ιουδα2εκλειψει εκλιπετω παντα απο προσωπου της γης λεγει κυριος3εκλιπετω ανθρωπος και κτηνη εκλιπετω τα πετεινα του ουρανου και οι ιχθυες της θαλασσης και εξαρω τους ανθρωπους απο προσωπου της γης λεγει κυριος4και εκτενω την χειρα μου επι ιουδαν και επι παντας τους κατοικουντας ιερουσαλημ και εξαρω εκ του τοπου τουτου τα ονοματα της βααλ και τα ονοματα των ιερεων5και τους προσκυνουντας επι τα δωματα τη στρατια του ουρανου και τους ομνυοντας κατα του κυριου και τους ομνυοντας κατα του βασιλεως αυτων6και τους εκκλινοντας απο του κυριου και τους μη ζητησαντας τον κυριον και τους μη αντεχομενους του κυριου7ευλαβεισθε απο προσωπου κυριου του θεου διοτι εγγυς η ημερα του κυριου οτι ητοιμακεν κυριος την θυσιαν αυτου ηγιακεν τους κλητους αυτου8και εσται εν ημερα θυσιας κυριου και εκδικησω επι τους αρχοντας και επι τον οικον του βασιλεως και επι παντας τους ενδεδυμενους ενδυματα αλλοτρια9και εκδικησω επι παντας εμφανως επι τα προπυλα εν εκεινη τη ημερα τους πληρουντας τον οικον κυριου του θεου αυτων ασεβειας και δολου10και εσται εν εκεινη τη ημερα λεγει κυριος φωνη κραυγης απο πυλης αποκεντουντων και ολολυγμος απο της δευτερας και συντριμμος μεγας απο των βουνων11θρηνησατε οι κατοικουντες την κατακεκομμενην οτι ωμοιωθη πας ο λαος χανααν εξωλεθρευθησαν παντες οι επηρμενοι αργυριω12και εσται εν εκεινη τη ημερα εξερευνησω την ιερουσαλημ μετα λυχνου και εκδικησω επι τους ανδρας τους καταφρονουντας επι τα φυλαγματα αυτων οι λεγοντες εν ταις καρδιαις αυτων ου μη αγαθοποιηση κυριος ουδ' ου μη κακωση13και εσται η δυναμις αυτων εις διαρπαγην και οι οικοι αυτων εις αφανισμον και οικοδομησουσιν οικιας και ου μη κατοικησουσιν εν αυταις και καταφυτευσουσιν αμπελωνας και ου μη πιωσιν τον οινον αυτων14οτι εγγυς η ημερα κυριου η μεγαλη εγγυς και ταχεια σφοδρα φωνη ημερας κυριου πικρα και σκληρα τετακται δυνατη15ημερα οργης η ημερα εκεινη ημερα θλιψεως και αναγκης ημερα αωριας και αφανισμου ημερα σκοτους και γνοφου ημερα νεφελης και ομιχλης16ημερα σαλπιγγος και κραυγης επι τας πολεις τας οχυρας και επι τας γωνιας τας υψηλας17και εκθλιψω τους ανθρωπους και πορευσονται ως τυφλοι οτι τω κυριω εξημαρτον και εκχεει το αιμα αυτων ως χουν και τας σαρκας αυτων ως βολβιτα18και το αργυριον αυτων και το χρυσιον αυτων ου μη δυνηται εξελεσθαι αυτους εν ημερα οργης κυριου και εν πυρι ζηλους αυτου καταναλωθησεται πασα η γη διοτι συντελειαν και σπουδην ποιησει επι παντας τους κατοικουντας την γην