Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΓΕΝΕΣΙΣ - Genesi - Genesis 1


font

1εν αρχη εποιησεν ο θεος τον ουρανον και την γην2η δε γη ην αορατος και ακατασκευαστος και σκοτος επανω της αβυσσου και πνευμα θεου επεφερετο επανω του υδατος3και ειπεν ο θεος γενηθητω φως και εγενετο φως4και ειδεν ο θεος το φως οτι καλον και διεχωρισεν ο θεος ανα μεσον του φωτος και ανα μεσον του σκοτους5και εκαλεσεν ο θεος το φως ημεραν και το σκοτος εκαλεσεν νυκτα και εγενετο εσπερα και εγενετο πρωι ημερα μια6και ειπεν ο θεος γενηθητω στερεωμα εν μεσω του υδατος και εστω διαχωριζον ανα μεσον υδατος και υδατος και εγενετο ουτως7και εποιησεν ο θεος το στερεωμα και διεχωρισεν ο θεος ανα μεσον του υδατος ο ην υποκατω του στερεωματος και ανα μεσον του υδατος του επανω του στερεωματος8και εκαλεσεν ο θεος το στερεωμα ουρανον και ειδεν ο θεος οτι καλον και εγενετο εσπερα και εγενετο πρωι ημερα δευτερα9και ειπεν ο θεος συναχθητω το υδωρ το υποκατω του ουρανου εις συναγωγην μιαν και οφθητω η ξηρα και εγενετο ουτως και συνηχθη το υδωρ το υποκατω του ουρανου εις τας συναγωγας αυτων και ωφθη η ξηρα10και εκαλεσεν ο θεος την ξηραν γην και τα συστηματα των υδατων εκαλεσεν θαλασσας και ειδεν ο θεος οτι καλον11και ειπεν ο θεος βλαστησατω η γη βοτανην χορτου σπειρον σπερμα κατα γενος και καθ' ομοιοτητα και ξυλον καρπιμον ποιουν καρπον ου το σπερμα αυτου εν αυτω κατα γενος επι της γης και εγενετο ουτως12και εξηνεγκεν η γη βοτανην χορτου σπειρον σπερμα κατα γενος και καθ' ομοιοτητα και ξυλον καρπιμον ποιουν καρπον ου το σπερμα αυτου εν αυτω κατα γενος επι της γης και ειδεν ο θεος οτι καλον13και εγενετο εσπερα και εγενετο πρωι ημερα τριτη14και ειπεν ο θεος γενηθητωσαν φωστηρες εν τω στερεωματι του ουρανου εις φαυσιν της γης του διαχωριζειν ανα μεσον της ημερας και ανα μεσον της νυκτος και εστωσαν εις σημεια και εις καιρους και εις ημερας και εις ενιαυτους15και εστωσαν εις φαυσιν εν τω στερεωματι του ουρανου ωστε φαινειν επι της γης και εγενετο ουτως16και εποιησεν ο θεος τους δυο φωστηρας τους μεγαλους τον φωστηρα τον μεγαν εις αρχας της ημερας και τον φωστηρα τον ελασσω εις αρχας της νυκτος και τους αστερας17και εθετο αυτους ο θεος εν τω στερεωματι του ουρανου ωστε φαινειν επι της γης18και αρχειν της ημερας και της νυκτος και διαχωριζειν ανα μεσον του φωτος και ανα μεσον του σκοτους και ειδεν ο θεος οτι καλον19και εγενετο εσπερα και εγενετο πρωι ημερα τεταρτη20και ειπεν ο θεος εξαγαγετω τα υδατα ερπετα ψυχων ζωσων και πετεινα πετομενα επι της γης κατα το στερεωμα του ουρανου και εγενετο ουτως21και εποιησεν ο θεος τα κητη τα μεγαλα και πασαν ψυχην ζωων ερπετων α εξηγαγεν τα υδατα κατα γενη αυτων και παν πετεινον πτερωτον κατα γενος και ειδεν ο θεος οτι καλα22και ηυλογησεν αυτα ο θεος λεγων αυξανεσθε και πληθυνεσθε και πληρωσατε τα υδατα εν ταις θαλασσαις και τα πετεινα πληθυνεσθωσαν επι της γης23και εγενετο εσπερα και εγενετο πρωι ημερα πεμπτη24και ειπεν ο θεος εξαγαγετω η γη ψυχην ζωσαν κατα γενος τετραποδα και ερπετα και θηρια της γης κατα γενος και εγενετο ουτως25και εποιησεν ο θεος τα θηρια της γης κατα γενος και τα κτηνη κατα γενος και παντα τα ερπετα της γης κατα γενος αυτων και ειδεν ο θεος οτι καλα26και ειπεν ο θεος ποιησωμεν ανθρωπον κατ' εικονα ημετεραν και καθ' ομοιωσιν και αρχετωσαν των ιχθυων της θαλασσης και των πετεινων του ουρανου και των κτηνων και πασης της γης και παντων των ερπετων των ερποντων επι της γης27και εποιησεν ο θεος τον ανθρωπον κατ' εικονα θεου εποιησεν αυτον αρσεν και θηλυ εποιησεν αυτους28και ηυλογησεν αυτους ο θεος λεγων αυξανεσθε και πληθυνεσθε και πληρωσατε την γην και κατακυριευσατε αυτης και αρχετε των ιχθυων της θαλασσης και των πετεινων του ουρανου και παντων των κτηνων και πασης της γης και παντων των ερπετων των ερποντων επι της γης29και ειπεν ο θεος ιδου δεδωκα υμιν παν χορτον σποριμον σπειρον σπερμα ο εστιν επανω πασης της γης και παν ξυλον ο εχει εν εαυτω καρπον σπερματος σποριμου υμιν εσται εις βρωσιν30και πασι τοις θηριοις της γης και πασι τοις πετεινοις του ουρανου και παντι ερπετω τω ερποντι επι της γης ο εχει εν εαυτω ψυχην ζωης παντα χορτον χλωρον εις βρωσιν και εγενετο ουτως31και ειδεν ο θεος τα παντα οσα εποιησεν και ιδου καλα λιαν και εγενετο εσπερα και εγενετο πρωι ημερα εκτη