Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΒΑΣΙΛΕΙΩΝ Γ´ - 1 Re - Kings III 1


font

1και ο βασιλευς δαυιδ πρεσβυτερος προβεβηκως ημεραις και περιεβαλλον αυτον ιματιοις και ουκ εθερμαινετο2και ειπον οι παιδες αυτου ζητησατωσαν τω κυριω ημων τω βασιλει παρθενον νεανιδα και παραστησεται τω βασιλει και εσται αυτον θαλπουσα και κοιμηθησεται μετ' αυτου και θερμανθησεται ο κυριος ημων ο βασιλευς3και εζητησαν νεανιδα καλην εκ παντος οριου ισραηλ και ευρον την αβισακ την σωμανιτιν και ηνεγκαν αυτην προς τον βασιλεα4και η νεανις καλη εως σφοδρα και ην θαλπουσα τον βασιλεα και ελειτουργει αυτω και ο βασιλευς ουκ εγνω αυτην5και αδωνιας υιος αγγιθ επηρετο λεγων εγω βασιλευσω και εποιησεν εαυτω αρματα και ιππεις και πεντηκοντα ανδρας παρατρεχειν εμπροσθεν αυτου6και ουκ απεκωλυσεν αυτον ο πατηρ αυτου ουδεποτε λεγων δια τι συ εποιησας και γε αυτος ωραιος τη οψει σφοδρα και αυτον ετεκεν οπισω αβεσσαλωμ7και εγενοντο οι λογοι αυτου μετα ιωαβ του υιου σαρουιας και μετα αβιαθαρ του ιερεως και εβοηθουν οπισω αδωνιου8και σαδωκ ο ιερευς και βαναιας υιος ιωδαε και ναθαν ο προφητης και σεμει και ρηι και οι δυνατοι του δαυιδ ουκ ησαν οπισω αδωνιου9και εθυσιασεν αδωνιας προβατα και μοσχους και αρνας μετα λιθου του ζωελεθ ος ην εχομενα της πηγης ρωγηλ και εκαλεσεν παντας τους αδελφους αυτου και παντας τους αδρους ιουδα παιδας του βασιλεως10και τον ναθαν τον προφητην και βαναιαν και τους δυνατους και τον σαλωμων αδελφον αυτου ουκ εκαλεσεν11και ειπεν ναθαν προς βηρσαβεε μητερα σαλωμων λεγων ουκ ηκουσας οτι εβασιλευσεν αδωνιας υιος αγγιθ και ο κυριος ημων δαυιδ ουκ εγνω12και νυν δευρο συμβουλευσω σοι δη συμβουλιαν και εξελου την ψυχην σου και την ψυχην του υιου σου σαλωμων13δευρο εισελθε προς τον βασιλεα δαυιδ και ερεις προς αυτον λεγουσα ουχι συ κυριε μου βασιλευ ωμοσας τη δουλη σου λεγων οτι σαλωμων ο υιος σου βασιλευσει μετ' εμε και αυτος καθιειται επι του θρονου μου και τι οτι εβασιλευσεν αδωνιας14και ιδου ετι λαλουσης σου εκει μετα του βασιλεως και εγω εισελευσομαι οπισω σου και πληρωσω τους λογους σου15και εισηλθεν βηρσαβεε προς τον βασιλεα εις το ταμιειον και ο βασιλευς πρεσβυτης σφοδρα και αβισακ η σωμανιτις ην λειτουργουσα τω βασιλει16και εκυψεν βηρσαβεε και προσεκυνησεν τω βασιλει και ειπεν ο βασιλευς τι εστιν σοι17η δε ειπεν κυριε μου βασιλευ συ ωμοσας εν κυριω τω θεω σου τη δουλη σου λεγων οτι σαλωμων ο υιος σου βασιλευσει μετ' εμε και αυτος καθησεται επι του θρονου μου18και νυν ιδου αδωνιας εβασιλευσεν και συ κυριε μου βασιλευ ουκ εγνως19και εθυσιασεν μοσχους και αρνας και προβατα εις πληθος και εκαλεσεν παντας τους υιους του βασιλεως και αβιαθαρ τον ιερεα και ιωαβ τον αρχοντα της δυναμεως και τον σαλωμων τον δουλον σου ουκ εκαλεσεν20και συ κυριε μου βασιλευ οι οφθαλμοι παντος ισραηλ προς σε απαγγειλαι αυτοις τις καθησεται επι του θρονου του κυριου μου του βασιλεως μετ' αυτον21και εσται ως αν κοιμηθη ο κυριος μου ο βασιλευς μετα των πατερων αυτου και εσομαι εγω και ο υιος μου σαλωμων αμαρτωλοι22και ιδου ετι αυτης λαλουσης μετα του βασιλεως και ναθαν ο προφητης ηλθεν23και ανηγγελη τω βασιλει ιδου ναθαν ο προφητης και εισηλθεν κατα προσωπον του βασιλεως και προσεκυνησεν τω βασιλει κατα προσωπον αυτου επι την γην24και ειπεν ναθαν κυριε μου βασιλευ συ ειπας αδωνιας βασιλευσει οπισω μου και αυτος καθησεται επι του θρονου μου25οτι κατεβη σημερον και εθυσιασεν μοσχους και αρνας και προβατα εις πληθος και εκαλεσεν παντας τους υιους του βασιλεως και τους αρχοντας της δυναμεως και αβιαθαρ τον ιερεα και ιδου εισιν εσθιοντες και πινοντες ενωπιον αυτου και ειπαν ζητω ο βασιλευς αδωνιας26και εμε αυτον τον δουλον σου και σαδωκ τον ιερεα και βαναιαν υιον ιωδαε και σαλωμων τον δουλον σου ουκ εκαλεσεν27ει δια του κυριου μου του βασιλεως γεγονεν το ρημα τουτο και ουκ εγνωρισας τω δουλω σου τις καθησεται επι τον θρονον του κυριου μου του βασιλεως μετ' αυτον28και απεκριθη δαυιδ και ειπεν καλεσατε μοι την βηρσαβεε και εισηλθεν ενωπιον του βασιλεως και εστη ενωπιον αυτου29και ωμοσεν ο βασιλευς και ειπεν ζη κυριος ος ελυτρωσατο την ψυχην μου εκ πασης θλιψεως30οτι καθως ωμοσα σοι εν κυριω τω θεω ισραηλ λεγων οτι σαλωμων ο υιος σου βασιλευσει μετ' εμε και αυτος καθησεται επι του θρονου μου αντ' εμου οτι ουτως ποιησω τη ημερα ταυτη31και εκυψεν βηρσαβεε επι προσωπον επι την γην και προσεκυνησεν τω βασιλει και ειπεν ζητω ο κυριος μου ο βασιλευς δαυιδ εις τον αιωνα32και ειπεν ο βασιλευς δαυιδ καλεσατε μοι σαδωκ τον ιερεα και ναθαν τον προφητην και βαναιαν υιον ιωδαε και εισηλθον ενωπιον του βασιλεως33και ειπεν ο βασιλευς αυτοις λαβετε τους δουλους του κυριου υμων μεθ' υμων και επιβιβασατε τον υιον μου σαλωμων επι την ημιονον την εμην και καταγαγετε αυτον εις τον γιων34και χρισατω αυτον εκει σαδωκ ο ιερευς και ναθαν ο προφητης εις βασιλεα επι ισραηλ και σαλπισατε κερατινη και ερειτε ζητω ο βασιλευς σαλωμων35και καθησεται επι του θρονου μου και αυτος βασιλευσει αντ' εμου και εγω ενετειλαμην του ειναι εις ηγουμενον επι ισραηλ και ιουδα36και απεκριθη βαναιας υιος ιωδαε τω βασιλει και ειπεν γενοιτο ουτως πιστωσαι κυριος ο θεος του κυριου μου του βασιλεως37καθως ην κυριος μετα του κυριου μου του βασιλεως ουτως ειη μετα σαλωμων και μεγαλυναι τον θρονον αυτου υπερ τον θρονον του κυριου μου του βασιλεως δαυιδ38και κατεβη σαδωκ ο ιερευς και ναθαν ο προφητης και βαναιας υιος ιωδαε και ο χερεθθι και ο φελεθθι και επεκαθισαν τον σαλωμων επι την ημιονον του βασιλεως δαυιδ και απηγαγον αυτον εις τον γιων39και ελαβεν σαδωκ ο ιερευς το κερας του ελαιου εκ της σκηνης και εχρισεν τον σαλωμων και εσαλπισεν τη κερατινη και ειπεν πας ο λαος ζητω ο βασιλευς σαλωμων40και ανεβη πας ο λαος οπισω αυτου και εχορευον εν χοροις και ευφραινομενοι ευφροσυνην μεγαλην και ερραγη η γη εν τη φωνη αυτων41και ηκουσεν αδωνιας και παντες οι κλητοι αυτου και αυτοι συνετελεσαν φαγειν και ηκουσεν ιωαβ την φωνην της κερατινης και ειπεν τις η φωνη της πολεως ηχουσης42ετι αυτου λαλουντος και ιδου ιωναθαν υιος αβιαθαρ του ιερεως ηλθεν και ειπεν αδωνιας εισελθε οτι ανηρ δυναμεως ει συ και αγαθα ευαγγελισαι43και απεκριθη ιωναθαν και ειπεν και μαλα ο κυριος ημων ο βασιλευς δαυιδ εβασιλευσεν τον σαλωμων44και απεστειλεν ο βασιλευς μετ' αυτου τον σαδωκ τον ιερεα και ναθαν τον προφητην και βαναιαν υιον ιωδαε και τον χερεθθι και τον φελεθθι και επεκαθισαν αυτον επι την ημιονον του βασιλεως45και εχρισαν αυτον σαδωκ ο ιερευς και ναθαν ο προφητης εις βασιλεα εν τω γιων και ανεβησαν εκειθεν ευφραινομενοι και ηχησεν η πολις αυτη η φωνη ην ηκουσατε46και εκαθισεν σαλωμων επι θρονον της βασιλειας47και εισηλθον οι δουλοι του βασιλεως ευλογησαι τον κυριον ημων τον βασιλεα δαυιδ λεγοντες αγαθυναι ο θεος το ονομα σαλωμων του υιου σου υπερ το ονομα σου και μεγαλυναι τον θρονον αυτου υπερ τον θρονον σου και προσεκυνησεν ο βασιλευς επι την κοιτην αυτου48και γε ουτως ειπεν ο βασιλευς ευλογητος κυριος ο θεος ισραηλ ος εδωκεν σημερον εκ του σπερματος μου καθημενον επι του θρονου μου και οι οφθαλμοι μου βλεπουσιν49και εξεστησαν και εξανεστησαν παντες οι κλητοι του αδωνιου και απηλθον ανηρ εις την οδον αυτου50και αδωνιας εφοβηθη απο προσωπου σαλωμων και ανεστη και απηλθεν και επελαβετο των κερατων του θυσιαστηριου51και ανηγγελη τω σαλωμων λεγοντες ιδου αδωνιας εφοβηθη τον βασιλεα σαλωμων και κατεχει των κερατων του θυσιαστηριου λεγων ομοσατω μοι σημερον ο βασιλευς σαλωμων ει ου θανατωσει τον δουλον αυτου εν ρομφαια52και ειπεν σαλωμων εαν γενηται εις υιον δυναμεως ει πεσειται των τριχων αυτου επι την γην και εαν κακια ευρεθη εν αυτω θανατωθησεται53και απεστειλεν ο βασιλευς σαλωμων και κατηνεγκεν αυτον απανωθεν του θυσιαστηριου και εισηλθεν και προσεκυνησεν τω βασιλει σαλωμων και ειπεν αυτω σαλωμων δευρο εις τον οικον σου