Scrutatio

Wenesday, 19 June 2024 - San Romualdo ( Letture di oggi)

ΜΑΚΚΑΒΑΙΩΝ Β´ - 2 Maccabei- Maccabees II 1


font

1τοις αδελφοις τοις κατ' αιγυπτον ιουδαιοις χαιρειν οι αδελφοι οι εν ιεροσολυμοις ιουδαιοι και οι εν τη χωρα της ιουδαιας ειρηνην αγαθην2και αγαθοποιησαι υμιν ο θεος και μνησθειη της διαθηκης αυτου της προς αβρααμ και ισαακ και ιακωβ των δουλων αυτου των πιστων3και δωη υμιν καρδιαν πασιν εις το σεβεσθαι αυτον και ποιειν αυτου τα θεληματα καρδια μεγαλη και ψυχη βουλομενη4και διανοιξαι την καρδιαν υμων εν τω νομω αυτου και εν τοις προσταγμασιν και ειρηνην ποιησαι5και επακουσαι υμων των δεησεων και καταλλαγειη υμιν και μη υμας εγκαταλιποι εν καιρω πονηρω6και νυν ωδε εσμεν προσευχομενοι περι υμων7βασιλευοντος δημητριου ετους εκατοστου εξηκοστου ενατου ημεις οι ιουδαιοι γεγραφαμεν υμιν εν τη θλιψει και εν τη ακμη τη επελθουση ημιν εν τοις ετεσιν τουτοις αφ' ου απεστη ιασων και οι μετ' αυτου απο της αγιας γης και της βασιλειας8και ενεπυρισαν τον πυλωνα και εξεχεαν αιμα αθωον και εδεηθημεν του κυριου και εισηκουσθημεν και προσηνεγκαμεν θυσιαν και σεμιδαλιν και εξηψαμεν τους λυχνους και προεθηκαμεν τους αρτους9και νυν ινα αγητε τας ημερας της σκηνοπηγιας του χασελευ μηνος ετους εκατοστου ογδοηκοστου και ογδοου10οι εν ιεροσολυμοις και οι εν τη ιουδαια και η γερουσια και ιουδας αριστοβουλω διδασκαλω πτολεμαιου του βασιλεως οντι δε απο του των χριστων ιερεων γενους και τοις εν αιγυπτω ιουδαιοις χαιρειν και υγιαινειν11εκ μεγαλων κινδυνων υπο του θεου σεσωσμενοι μεγαλως ευχαριστουμεν αυτω ως αν προς βασιλεα παρατασσομενοι12αυτος γαρ εξεβρασεν τους παραταξαμενους εν τη αγια πολει13εις την περσιδα γενομενος γαρ ο ηγεμων και η περι αυτον ανυποστατος δοκουσα ειναι δυναμις κατεκοπησαν εν τω της ναναιας ιερω παραλογισμω χρησαμενων των περι την ναναιαν ιερεων14ως γαρ συνοικησων αυτη παρεγενετο εις τον τοπον ο τε αντιοχος και οι συν αυτω φιλοι χαριν του λαβειν τα χρηματα πλειονα εις φερνης λογον15και προθεντων αυτα των ιερεων του ναναιου κακεινου προσελθοντος μετ' ολιγων εις τον περιβολον του τεμενους συγκλεισαντες το ιερον ως εισηλθεν αντιοχος16ανοιξαντες την του φατνωματος κρυπτην θυραν βαλλοντες πετρους συνεκεραυνωσαν τον ηγεμονα και μελη ποιησαντες και τας κεφαλας αφελοντες τοις εξω παρερριψαν17κατα παντα ευλογητος ημων ο θεος ος παρεδωκεν τους ασεβησαντας18μελλοντες αγειν εν τω χασελευ πεμπτη και εικαδι τον καθαρισμον του ιερου δεον ηγησαμεθα διασαφησαι υμιν ινα και αυτοι αγητε σκηνοπηγιας και του πυρος οτε νεεμιας ο οικοδομησας το τε ιερον και το θυσιαστηριον ανηνεγκεν θυσιας19και γαρ οτε εις την περσικην ηγοντο ημων οι πατερες οι τοτε ευσεβεις ιερεις λαβοντες απο του πυρος του θυσιαστηριου λαθραιως κατεκρυψαν εν κοιλωματι φρεατος ταξιν εχοντος ανυδρον εν ω κατησφαλισαντο ωστε πασιν αγνωστον ειναι τον τοπον20διελθοντων δε ετων ικανων οτε εδοξεν τω θεω αποσταλεις νεεμιας υπο του βασιλεως της περσιδος τους εκγονους των ιερεων των αποκρυψαντων επεμψεν επι το πυρ ως δε διεσαφησαν ημιν μη ευρηκεναι πυρ αλλα υδωρ παχυ εκελευσεν αυτους αποβαψαντας φερειν21ως δε ανηνεχθη τα των θυσιων εκελευσεν τους ιερεις νεεμιας επιρραναι τω υδατι τα τε ξυλα και τα επικειμενα22ως δε εγενετο τουτο και χρονος διηλθεν ο τε ηλιος ανελαμψεν προτερον επινεφης ων ανηφθη πυρα μεγαλη ωστε θαυμασαι παντας23προσευχην δε εποιησαντο οι ιερεις δαπανωμενης της θυσιας οι τε ιερεις και παντες καταρχομενου ιωναθου των δε λοιπων επιφωνουντων ως νεεμιου24ην δε η προσευχη τον τροπον εχουσα τουτον κυριε κυριε ο θεος ο παντων κτιστης ο φοβερος και ισχυρος και δικαιος και ελεημων ο μονος βασιλευς και χρηστος25ο μονος χορηγος ο μονος δικαιος και παντοκρατωρ και αιωνιος ο διασωζων τον ισραηλ εκ παντος κακου ο ποιησας τους πατερας εκλεκτους και αγιασας αυτους26προσδεξαι την θυσιαν υπερ παντος του λαου σου ισραηλ και διαφυλαξον την μεριδα σου και καθαγιασον27επισυναγαγε την διασποραν ημων ελευθερωσον τους δουλευοντας εν τοις εθνεσιν τους εξουθενημενους και βδελυκτους επιδε και γνωτωσαν τα εθνη οτι συ ει ο θεος ημων28βασανισον τους καταδυναστευοντας και εξυβριζοντας εν υπερηφανια29καταφυτευσον τον λαον σου εις τον τοπον τον αγιον σου καθως ειπεν μωυσης30οι δε ιερεις επεψαλλον τους υμνους31καθως δε ανηλωθη τα της θυσιας και το περιλειπομενον υδωρ ο νεεμιας εκελευσεν λιθους μειζονας καταχειν32ως δε τουτο εγενηθη φλοξ ανηφθη του δε απο του θυσιαστηριου αντιλαμψαντος φωτος εδαπανηθη33ως δε φανερον εγενηθη το πραγμα και διηγγελη τω βασιλει των περσων οτι εις τον τοπον ου το πυρ εκρυψαν οι μεταχθεντες ιερεις το υδωρ εφανη αφ' ου και οι περι τον νεεμιαν ηγνισαν τα της θυσιας34περιφραξας δε ο βασιλευς ιερον εποιησεν δοκιμασας το πραγμα35και οις εχαριζετο ο βασιλευς πολλα διαφορα ελαμβανεν και μετεδιδου36προσηγορευσαν δε οι περι τον νεεμιαν τουτο νεφθαρ ο διερμηνευεται καθαρισμος καλειται δε παρα τοις πολλοις νεφθαι