Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΑΜΩΣ - Amos 1


font

1λογοι αμως οι εγενοντο εν νακκαριμ εκ θεκουε ους ειδεν υπερ ιερουσαλημ εν ημεραις οζιου βασιλεως ιουδα και εν ημεραις ιεροβοαμ του ιωας βασιλεως ισραηλ προ δυο ετων του σεισμου2και ειπεν κυριος εκ σιων εφθεγξατο και εξ ιερουσαλημ εδωκεν φωνην αυτου και επενθησαν αι νομαι των ποιμενων και εξηρανθη η κορυφη του καρμηλου3και ειπεν κυριος επι ταις τρισιν ασεβειαις δαμασκου και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ' ων επριζον πριοσιν σιδηροις τας εν γαστρι εχουσας των εν γαλααδ4και εξαποστελω πυρ εις τον οικον αζαηλ και καταφαγεται θεμελια υιου αδερ5και συντριψω μοχλους δαμασκου και εξολεθρευσω κατοικουντας εκ πεδιου ων και κατακοψω φυλην εξ ανδρων χαρραν και αιχμαλωτευθησεται λαος συριας επικλητος λεγει κυριος6ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις γαζης και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτους ενεκεν του αιχμαλωτευσαι αυτους αιχμαλωσιαν του σαλωμων του συγκλεισαι εις την ιδουμαιαν7και εξαποστελω πυρ επι τα τειχη γαζης και καταφαγεται θεμελια αυτης8και εξολεθρευσω κατοικουντας εξ αζωτου και εξαρθησεται φυλη εξ ασκαλωνος και επαξω την χειρα μου επι ακκαρων και απολουνται οι καταλοιποι των αλλοφυλων λεγει κυριος9ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις τυρου και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτην ανθ' ων συνεκλεισαν αιχμαλωσιαν του σαλωμων εις την ιδουμαιαν και ουκ εμνησθησαν διαθηκης αδελφων10και εξαποστελω πυρ επι τα τειχη τυρου και καταφαγεται θεμελια αυτης11ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις της ιδουμαιας και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτους ενεκα του διωξαι αυτους εν ρομφαια τον αδελφον αυτου και ελυμηνατο μητραν επι γης και ηρπασεν εις μαρτυριον φρικην αυτου και το ορμημα αυτου εφυλαξεν εις νεικος12και εξαποστελω πυρ εις θαιμαν και καταφαγεται θεμελια τειχεων αυτης13ταδε λεγει κυριος επι ταις τρισιν ασεβειαις υιων αμμων και επι ταις τεσσαρσιν ουκ αποστραφησομαι αυτον ανθ' ων ανεσχιζον τας εν γαστρι εχουσας των γαλααδιτων οπως εμπλατυνωσιν τα ορια αυτων14και αναψω πυρ επι τα τειχη ραββα και καταφαγεται θεμελια αυτης μετα κραυγης εν ημερα πολεμου και σεισθησεται εν ημερα συντελειας αυτης15και πορευσονται οι βασιλεις αυτης εν αιχμαλωσια οι ιερεις αυτων και οι αρχοντες αυτων επι το αυτο λεγει κυριος