Scrutatio

Saturday, 22 June 2024 - San Tommaso Moro ( Letture di oggi)

ΙΗΣΟΥΣ ΝΑΥΗ - Giosuè - Joshua 1


font

1και εγενετο μετα την τελευτην μωυση ειπεν κυριος τω ιησοι υιω ναυη τω υπουργω μωυση λεγων2μωυσης ο θεραπων μου τετελευτηκεν νυν ουν αναστας διαβηθι τον ιορδανην συ και πας ο λαος ουτος εις την γην ην εγω διδωμι αυτοις3πας ο τοπος εφ' ον αν επιβητε τω ιχνει των ποδων υμων υμιν δωσω αυτον ον τροπον ειρηκα τω μωυση4την ερημον και τον αντιλιβανον εως του ποταμου του μεγαλου ποταμου ευφρατου και εως της θαλασσης της εσχατης αφ' ηλιου δυσμων εσται τα ορια υμων5ουκ αντιστησεται ανθρωπος κατενωπιον υμων πασας τας ημερας της ζωης σου και ωσπερ ημην μετα μωυση ουτως εσομαι και μετα σου και ουκ εγκαταλειψω σε ουδε υπεροψομαι σε6ισχυε και ανδριζου συ γαρ αποδιαστελεις τω λαω τουτω την γην ην ωμοσα τοις πατρασιν υμων δουναι αυτοις7ισχυε ουν και ανδριζου φυλασσεσθαι και ποιειν καθοτι ενετειλατο σοι μωυσης ο παις μου και ουκ εκκλινεις απ' αυτων εις δεξια ουδε εις αριστερα ινα συνης εν πασιν οις εαν πρασσης8και ουκ αποστησεται η βιβλος του νομου τουτου εκ του στοματος σου και μελετησεις εν αυτω ημερας και νυκτος ινα συνης ποιειν παντα τα γεγραμμενα τοτε ευοδωθηση και ευοδωσεις τας οδους σου και τοτε συνησεις9ιδου εντεταλμαι σοι ισχυε και ανδριζου μη δειλιασης μηδε φοβηθης οτι μετα σου κυριος ο θεος σου εις παντα ου εαν πορευη10και ενετειλατο ιησους τοις γραμματευσιν του λαου λεγων11εισελθατε κατα μεσον της παρεμβολης του λαου και εντειλασθε τω λαω λεγοντες ετοιμαζεσθε επισιτισμον οτι ετι τρεις ημεραι και υμεις διαβαινετε τον ιορδανην τουτον εισελθοντες κατασχειν την γην ην κυριος ο θεος των πατερων υμων διδωσιν υμιν12και τω ρουβην και τω γαδ και τω ημισει φυλης μανασση ειπεν ιησους13μνησθητε το ρημα κυριου ο ενετειλατο υμιν μωυσης ο παις κυριου λεγων κυριος ο θεος υμων κατεπαυσεν υμας και εδωκεν υμιν την γην ταυτην14αι γυναικες υμων και τα παιδια υμων και τα κτηνη υμων κατοικειτωσαν εν τη γη η εδωκεν υμιν υμεις δε διαβησεσθε ευζωνοι προτεροι των αδελφων υμων πας ο ισχυων και συμμαχησετε αυτοις15εως αν καταπαυση κυριος ο θεος υμων τους αδελφους υμων ωσπερ και υμας και κληρονομησωσιν και ουτοι την γην ην κυριος ο θεος ημων διδωσιν αυτοις και απελευσεσθε εκαστος εις την κληρονομιαν αυτου ην δεδωκεν υμιν μωυσης εις το περαν του ιορδανου απ' ανατολων ηλιου16και αποκριθεντες τω ιησοι ειπαν παντα οσα αν εντειλη ημιν ποιησομεν και εις παντα τοπον ου εαν αποστειλης ημας πορευσομεθα17κατα παντα οσα ηκουσαμεν μωυση ακουσομεθα σου πλην εστω κυριος ο θεος ημων μετα σου ον τροπον ην μετα μωυση18ο δε ανθρωπος ος εαν απειθηση σοι και οστις μη ακουση των ρηματων σου καθοτι αν αυτω εντειλη αποθανετω αλλα ισχυε και ανδριζου