Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΜΙΧΑΙΑΣ - Michea - Micah 1


font

1και εγενετο λογος κυριου προς μιχαιαν τον του μωρασθι εν ημεραις ιωαθαμ και αχαζ και εζεκιου βασιλεων ιουδα υπερ ων ειδεν περι σαμαρειας και περι ιερουσαλημ2ακουσατε λαοι λογους και προσεχετω η γη και παντες οι εν αυτη και εσται κυριος εν υμιν εις μαρτυριον κυριος εξ οικου αγιου αυτου3διοτι ιδου κυριος εκπορευεται εκ του τοπου αυτου και καταβησεται και επιβησεται επι τα υψη της γης4και σαλευθησεται τα ορη υποκατωθεν αυτου και αι κοιλαδες τακησονται ως κηρος απο προσωπου πυρος και ως υδωρ καταφερομενον εν καταβασει5δια ασεβειαν ιακωβ παντα ταυτα και δια αμαρτιαν οικου ισραηλ τις η ασεβεια του ιακωβ ου σαμαρεια και τις η αμαρτια οικου ιουδα ουχι ιερουσαλημ6και θησομαι σαμαρειαν εις οπωροφυλακιον αγρου και εις φυτειαν αμπελωνος και κατασπασω εις χαος τους λιθους αυτης και τα θεμελια αυτης αποκαλυψω7και παντα τα γλυπτα αυτης κατακοψουσιν και παντα τα μισθωματα αυτης εμπρησουσιν εν πυρι και παντα τα ειδωλα αυτης θησομαι εις αφανισμον διοτι εκ μισθωματων πορνειας συνηγαγεν και εκ μισθωματων πορνειας συνεστρεψεν8ενεκεν τουτου κοψεται και θρηνησει πορευσεται ανυποδετος και γυμνη ποιησεται κοπετον ως δρακοντων και πενθος ως θυγατερων σειρηνων9οτι κατεκρατησεν η πληγη αυτης διοτι ηλθεν εως ιουδα και ηψατο εως πυλης λαου μου εως ιερουσαλημ10οι εν γεθ μη μεγαλυνεσθε οι εν ακιμ μη ανοικοδομειτε εξ οικου κατα γελωτα γην καταπασασθε κατα γελωτα υμων11κατοικουσα καλως τας πολεις αυτης ουκ εξηλθεν κατοικουσα σεννααν κοψασθαι οικον εχομενον αυτης λημψεται εξ υμων πληγην οδυνης12τις ηρξατο εις αγαθα κατοικουση οδυνας οτι κατεβη κακα παρα κυριου επι πυλας ιερουσαλημ13ψοφος αρματων και ιππευοντων κατοικουσα λαχις αρχηγος αμαρτιας αυτη εστιν τη θυγατρι σιων οτι εν σοι ευρεθησαν ασεβειαι του ισραηλ14δια τουτο δωσεις εξαποστελλομενους εως κληρονομιας γεθ οικους ματαιους εις κενα εγενετο τοις βασιλευσιν του ισραηλ15εως τους κληρονομους αγαγω σοι κατοικουσα λαχις κληρονομια εως οδολλαμ ηξει η δοξα της θυγατρος ισραηλ16ξυρησαι και κειραι επι τα τεκνα τα τρυφερα σου εμπλατυνον την χηρειαν σου ως αετος οτι ηχμαλωτευθησαν απο σου