Scrutatio

Saturday, 22 June 2024 - San Tommaso Moro ( Letture di oggi)

ΜΑΛΑΧΙΑΣ - Malachia - Malachi 1


font

1λημμα λογου κυριου επι τον ισραηλ εν χειρι αγγελου αυτου θεσθε δη επι τας καρδιας υμων2ηγαπησα υμας λεγει κυριος και ειπατε εν τινι ηγαπησας ημας ουκ αδελφος ην ησαυ του ιακωβ λεγει κυριος και ηγαπησα τον ιακωβ3τον δε ησαυ εμισησα και εταξα τα ορια αυτου εις αφανισμον και την κληρονομιαν αυτου εις δοματα ερημου4διοτι ερει η ιδουμαια κατεστραπται και επιστρεψωμεν και ανοικοδομησωμεν τας ερημους ταδε λεγει κυριος παντοκρατωρ αυτοι οικοδομησουσιν και εγω καταστρεψω και επικληθησεται αυτοις ορια ανομιας και λαος εφ' ον παρατετακται κυριος εως αιωνος5και οι οφθαλμοι υμων οψονται και υμεις ερειτε εμεγαλυνθη κυριος υπερανω των οριων του ισραηλ6υιος δοξαζει πατερα και δουλος τον κυριον αυτου και ει πατηρ ειμι εγω που εστιν η δοξα μου και ει κυριος ειμι εγω που εστιν ο φοβος μου λεγει κυριος παντοκρατωρ υμεις οι ιερεις οι φαυλιζοντες το ονομα μου και ειπατε εν τινι εφαυλισαμεν το ονομα σου7προσαγοντες προς το θυσιαστηριον μου αρτους ηλισγημενους και ειπατε εν τινι ηλισγησαμεν αυτους εν τω λεγειν υμας τραπεζα κυριου εξουδενωμενη εστιν και τα επιτιθεμενα βρωματα εξουδενωμενα8διοτι εαν προσαγαγητε τυφλον εις θυσιαν ου κακον και εαν προσαγαγητε χωλον η αρρωστον ου κακον προσαγαγε δη αυτο τω ηγουμενω σου ει προσδεξεται αυτο ει λημψεται προσωπον σου λεγει κυριος παντοκρατωρ9και νυν εξιλασκεσθε το προσωπον του θεου υμων και δεηθητε αυτου εν χερσιν υμων γεγονεν ταυτα ει λημψομαι εξ υμων προσωπα υμων λεγει κυριος παντοκρατωρ10διοτι και εν υμιν συγκλεισθησονται θυραι και ουκ αναψετε το θυσιαστηριον μου δωρεαν ουκ εστιν μου θελημα εν υμιν λεγει κυριος παντοκρατωρ και θυσιαν ου προσδεξομαι εκ των χειρων υμων11διοτι απ' ανατολων ηλιου εως δυσμων το ονομα μου δεδοξασται εν τοις εθνεσιν και εν παντι τοπω θυμιαμα προσαγεται τω ονοματι μου και θυσια καθαρα διοτι μεγα το ονομα μου εν τοις εθνεσιν λεγει κυριος παντοκρατωρ12υμεις δε βεβηλουτε αυτο εν τω λεγειν υμας τραπεζα κυριου ηλισγημενη εστιν και τα επιτιθεμενα εξουδενωνται βρωματα αυτου13και ειπατε ταυτα εκ κακοπαθειας εστιν και εξεφυσησα αυτα λεγει κυριος παντοκρατωρ και εισεφερετε αρπαγματα και τα χωλα και τα ενοχλουμενα και εαν φερητε την θυσιαν ει προσδεξομαι αυτα εκ των χειρων υμων λεγει κυριος παντοκρατωρ14και επικαταρατος ος ην δυνατος και υπηρχεν εν τω ποιμνιω αυτου αρσεν και ευχη αυτου επ' αυτω και θυει διεφθαρμενον τω κυριω διοτι βασιλευς μεγας εγω ειμι λεγει κυριος παντοκρατωρ και το ονομα μου επιφανες εν τοις εθνεσιν