Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΕΣΔΡΑΣ Α´ - Esdra 1 - 1 Esdras 1


font

1και ηγαγεν ιωσιας το πασχα εν ιερουσαλημ τω κυριω αυτου και εθυσεν το πασχα τη τεσσαρεσκαιδεκατη ημερα του μηνος του πρωτου2στησας τους ιερεις κατ' εφημεριας εστολισμενους εν τω ιερω του κυριου3και ειπεν τοις λευιταις ιεροδουλοις του ισραηλ αγιασαι εαυτους τω κυριω εν τη θεσει της αγιας κιβωτου του κυριου εν τω οικω ω ωκοδομησεν σαλωμων ο του δαυιδ ο βασιλευς ουκ εσται υμιν αραι επ' ωμων αυτην4και νυν λατρευετε τω κυριω θεω υμων και θεραπευετε το εθνος αυτου ισραηλ και ετοιμασατε κατα τας πατριας και τας φυλας υμων κατα την γραφην δαυιδ βασιλεως ισραηλ και κατα την μεγαλειοτητα σαλωμων του υιου αυτου5και σταντες εν τω ιερω κατα την μεριδαρχιαν την πατρικην υμων των λευιτων των εμπροσθεν των αδελφων υμων υιων ισραηλ εν ταξει6θυσατε το πασχα και τας θυσιας ετοιμασατε τοις αδελφοις υμων και ποιησατε το πασχα κατα το προσταγμα του κυριου το δοθεν τω μωυση7και εδωρησατο ιωσιας τω λαω τω ευρεθεντι αρνων και εριφων τριακοντα χιλιαδας μοσχους τρισχιλιους ταυτα εκ των βασιλικων εδοθη κατ' επαγγελιαν τω λαω και τοις ιερευσιν και λευιταις8και εδωκεν χελκιας και ζαχαριας και ησυηλος οι επισταται του ιερου τοις ιερευσιν εις πασχα προβατα δισχιλια εξακοσια μοσχους τριακοσιους9και ιεχονιας και σαμαιας και ναθαναηλ ο αδελφος και ασαβιας και οχιηλος και ιωραμ χιλιαρχοι εδωκαν τοις λευιταις εις πασχα προβατα πεντακισχιλια μοσχους επτακοσιους10και ταυτα τα γενομενα ευπρεπως εστησαν οι ιερεις και οι λευιται11εχοντες τα αζυμα κατα τας φυλας12και κατα τας μεριδαρχιας των πατερων εμπροσθεν του λαου προσενεγκειν τω κυριω κατα τα γεγραμμενα εν βιβλιω μωυση και ουτω το πρωινον13και ωπτησαν το πασχα πυρι ως καθηκει και τας θυσιας ηψησαν εν τοις χαλκειοις και λεβησιν μετ' ευωδιας και απηνεγκαν πασι τοις εκ του λαου14μετα δε ταυτα ητοιμασαν εαυτοις τε και τοις ιερευσιν αδελφοις αυτων υιοις ααρων οι γαρ ιερεις ανεφερον τα στεατα εως αωριας και οι λευιται ητοιμασαν εαυτοις και τοις ιερευσιν αδελφοις αυτων υιοις ααρων15και οι ιεροψαλται υιοι ασαφ ησαν επι της ταξεως αυτων κατα τα υπο δαυιδ τεταγμενα και ασαφ και ζαχαριας και εδδινους οι παρα του βασιλεως και οι θυρωροι εφ' εκαστου πυλωνος ουκ εστιν παραβηναι εκαστον την εαυτου εφημεριαν οι γαρ αδελφοι αυτων οι λευιται ητοιμασαν αυτοις16και συνετελεσθη τα της θυσιας του κυριου εν εκεινη τη ημερα αχθηναι το πασχα και προσενεχθηναι τας θυσιας επι το του κυριου θυσιαστηριον κατα την επιταγην του βασιλεως ιωσιου17και ηγαγοσαν οι υιοι ισραηλ οι ευρεθεντες εν τω καιρω τουτω το πασχα και την εορτην των αζυμων ημερας επτα18και ουκ ηχθη το πασχα τοιουτο εν τω ισραηλ απο των χρονων σαμουηλ του προφητου19και παντες οι βασιλεις του ισραηλ ουκ ηγαγοσαν πασχα τοιουτον οιον ηγαγεν ιωσιας και οι ιερεις και οι λευιται και οι ιουδαιοι και πας ισραηλ οι ευρεθεντες εν τη κατοικησει αυτων εν ιερουσαλημ20οκτωκαιδεκατω ετει βασιλευοντος ιωσιου ηχθη το πασχα τουτο21και ωρθωθη τα εργα ιωσιου ενωπιον του κυριου αυτου εν καρδια πληρει ευσεβειας22και τα κατ' αυτον δε αναγεγραπται εν τοις εμπροσθεν χρονοις περι των ημαρτηκοτων και ησεβηκοτων εις τον κυριον παρα παν εθνος και βασιλειαν και α ελυπησαν αυτον εν αισθησει και οι λογοι του κυριου ανεστησαν επι ισραηλ23και μετα πασαν την πραξιν ταυτην ιωσιου συνεβη φαραω βασιλεα αιγυπτου ελθοντα πολεμον εγειραι εν χαρκαμυς επι του ευφρατου και εξηλθεν εις απαντησιν αυτω ιωσιας24και διεπεμψατο βασιλευς αιγυπτου προς αυτον λεγων τι εμοι και σοι εστιν βασιλευ της ιουδαιας25ουχι προς σε εξαπεσταλμαι υπο κυριου του θεου επι γαρ του ευφρατου ο πολεμος μου εστιν και νυν κυριος μετ' εμου εστιν και κυριος μετ' εμου επισπευδων εστιν αποστηθι και μη εναντιου τω κυριω26και ουκ απεστρεψεν εαυτον ιωσιας επι το αρμα αυτου αλλα πολεμειν αυτον επιχειρει ου προσεχων ρημασιν ιερεμιου προφητου εκ στοματος κυριου27αλλα συνεστησατο προς αυτον πολεμον εν τω πεδιω μαγεδδαους και κατεβησαν οι αρχοντες προς τον βασιλεα ιωσιαν28και ειπεν ο βασιλευς τοις παισιν αυτου αποστησατε με απο της μαχης ησθενησα γαρ λιαν και ευθεως απεστησαν αυτον οι παιδες αυτου απο της παραταξεως29και ανεβη επι το αρμα το δευτεριον αυτου και αποκατασταθεις εις ιερουσαλημ μετηλλαξεν τον βιον αυτου και εταφη εν τω πατρικω ταφω30και εν ολη τη ιουδαια επενθησαν τον ιωσιαν και εθρηνησεν ιερεμιας ο προφητης υπερ ιωσιου και οι προκαθημενοι συν γυναιξιν εθρηνουσαν αυτον εως της ημερας ταυτης και εξεδοθη τουτο γινεσθαι αιει εις απαν το γενος ισραηλ31ταυτα δε αναγεγραπται εν τη βυβλω των ιστορουμενων περι των βασιλεων της ιουδαιας και το καθ' εν πραχθεν της πραξεως ιωσιου και της δοξης αυτου και της συνεσεως αυτου εν τω νομω κυριου τα τε προπραχθεντα υπ' αυτου και τα νυν ιστορηται εν τω βυβλιω των βασιλεων ισραηλ και ιουδα32και αναλαβοντες οι εκ του εθνους τον ιεχονιαν υιον ιωσιου ανεδειξαν βασιλεα αντι ιωσιου του πατρος αυτου οντα ετων εικοσι τριων33και εβασιλευσεν εν ιουδα και ιερουσαλημ μηνας τρεις και απεκατεστησεν αυτον βασιλευς αιγυπτου βασιλευειν εν ιερουσαλημ34και εζημιωσεν το εθνος αργυριου ταλαντοις εκατον και χρυσιου ταλαντω ενι35και ανεδειξεν ο βασιλευς αιγυπτου βασιλεα ιωακιμ τον αδελφον αυτου βασιλεα της ιουδαιας και ιερουσαλημ36και εδησεν ιωακιμ τους μεγιστανας ζαριον δε τον αδελφον αυτου συλλαβων ανηγαγεν εξ αιγυπτου37ετων δε ην εικοσι πεντε ιωακιμ οτε εβασιλευσεν της ιουδαιας και ιερουσαλημ και εποιησεν το πονηρον ενωπιον κυριου38επ' αυτον δε ανεβη ναβουχοδονοσορ βασιλευς βαβυλωνος και δησας αυτον εν χαλκειω δεσμω απηγαγεν εις βαβυλωνα39και απο των ιερων σκευων του κυριου λαβων ναβουχοδονοσορ και απενεγκας απηρεισατο εν τω ναω αυτου εν βαβυλωνι40τα δε ιστορηθεντα περι αυτου και της αυτου ακαθαρσιας και δυσσεβειας αναγεγραπται εν τη βιβλω των χρονων των βασιλεων41και εβασιλευσεν αντ' αυτου ιωακιμ ο υιος αυτου οτε γαρ ανεδειχθη ην ετων δεκα οκτω42βασιλευει δε μηνας τρεις και ημερας δεκα εν ιερουσαλημ και εποιησεν το πονηρον εναντι κυριου43και μετ' ενιαυτον αποστειλας ναβουχοδονοσορ μετηγαγεν αυτον εις βαβυλωνα αμα τοις ιεροις σκευεσιν του κυριου44και ανεδειξε σεδεκιαν βασιλεα της ιουδαιας και ιερουσαλημ σεδεκιαν οντα ετων εικοσι ενος βασιλευει δε ετη ενδεκα45και εποιησεν το πονηρον ενωπιον κυριου και ουκ ενετραπη απο των ρηθεντων λογων υπο ιερεμιου του προφητου εκ στοματος του κυριου46και ορκισθεις απο του βασιλεως ναβουχοδονοσορ τω ονοματι του κυριου επιορκησας απεστη και σκληρυνας αυτου τον τραχηλον και την καρδιαν αυτου παρεβη τα νομιμα κυριου θεου ισραηλ47και οι ηγουμενοι δε του λαου και των ιερεων πολλα ησεβησαν και ηνομησαν υπερ πασας τας ακαθαρσιας παντων των εθνων και εμιαναν το ιερον του κυριου το αγιαζομενον εν ιεροσολυμοις48και απεστειλεν ο θεος των πατερων αυτων δια του αγγελου αυτου μετακαλεσαι αυτους καθο εφειδετο αυτων και του σκηνωματος αυτου49αυτοι δε εξεμυκτηρισαν εν τοις αγγελοις αυτου και η ημερα ελαλησεν κυριος ησαν εκπαιζοντες τους προφητας αυτου εως του θυμωθεντα αυτον επι τω εθνει αυτου δια τα δυσσεβηματα προσταξαι αναβιβασαι επ' αυτους τους βασιλεις των χαλδαιων50ουτοι απεκτειναν τους νεανισκους αυτων εν ρομφαια περικυκλω του αγιου αυτων ιερου και ουκ εφεισαντο νεανισκου και παρθενου και πρεσβυτου και νεωτερου αλλα παντας παρεδωκεν εις τας χειρας αυτων51και παντα τα ιερα σκευη του κυριου τα μεγαλα και τα μικρα και τας κιβωτους του κυριου και τας βασιλικας αποθηκας αναλαβοντες απηνεγκαν εις βαβυλωνα52και ενεπυρισαν τον οικον του κυριου και ελυσαν τα τειχα ιεροσολυμων και τους πυργους αυτων ενεπυρισαν εν πυρι53και συνετελεσαν παντα τα ενδοξα αυτης αχρεωσαι και τους επιλοιπους απηγαγεν μετα ρομφαιας εις βαβυλωνα54και ησαν παιδες αυτω και τοις υιοις αυτου μεχρι του βασιλευσαι περσας εις αναπληρωσιν του ρηματος του κυριου εν στοματι ιερεμιου55εως του ευδοκησαι την γην τα σαββατα αυτης παντα τον χρονον της ερημωσεως αυτης σαββατιει εις συμπληρωσιν ετων εβδομηκοντα