Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΝΕΕΜΙΑΣ - Neemia - Ezra-Nehemiah 1


font

1και εν τω πρωτω ετει κυρου του βασιλεως περσων του τελεσθηναι λογον κυριου απο στοματος ιερεμιου εξηγειρεν κυριος το πνευμα κυρου βασιλεως περσων και παρηγγειλεν φωνην εν παση βασιλεια αυτου και γε εν γραπτω λεγων2ουτως ειπεν κυρος βασιλευς περσων πασας τας βασιλειας της γης εδωκεν μοι κυριος ο θεος του ουρανου και αυτος επεσκεψατο επ' εμε του οικοδομησαι αυτω οικον εν ιερουσαλημ τη εν τη ιουδαια3τις εν υμιν απο παντος του λαου αυτου και εσται ο θεος αυτου μετ' αυτου και αναβησεται εις ιερουσαλημ την εν τη ιουδαια και οικοδομησατω τον οικον θεου ισραηλ αυτος ο θεος ο εν ιερουσαλημ4και πας ο καταλειπομενος απο παντων των τοπων ου αυτος παροικει εκει και λημψονται αυτον ανδρες του τοπου αυτου εν αργυριω και χρυσιω και αποσκευη και κτηνεσιν μετα του εκουσιου εις οικον του θεου του εν ιερουσαλημ5και ανεστησαν αρχοντες των πατριων τω ιουδα και βενιαμιν και οι ιερεις και οι λευιται παντων ων εξηγειρεν ο θεος το πνευμα αυτων του αναβηναι οικοδομησαι τον οικον κυριου τον εν ιερουσαλημ6και παντες οι κυκλοθεν ενισχυσαν εν χερσιν αυτων εν σκευεσιν αργυριου εν χρυσω εν αποσκευη και εν κτηνεσιν και εν ξενιοις παρεξ των εν εκουσιοις7και ο βασιλευς κυρος εξηνεγκεν τα σκευη οικου κυριου α ελαβεν ναβουχοδονοσορ απο ιερουσαλημ και εδωκεν αυτα εν οικω θεου αυτου8και εξηνεγκεν αυτα κυρος βασιλευς περσων επι χειρα μιθραδατου γασβαρηνου και ηριθμησεν αυτα τω σασαβασαρ αρχοντι του ιουδα9και ουτος ο αριθμος αυτων ψυκτηρες χρυσοι τριακοντα και ψυκτηρες αργυροι χιλιοι παρηλλαγμενα εννεα και εικοσι10κεφφουρη χρυσοι τριακοντα και αργυροι διακοσιοι και σκευη ετερα χιλια11παντα τα σκευη τω χρυσω και τω αργυρω πεντακισχιλια και τετρακοσια τα παντα αναβαινοντα μετα σασαβασαρ απο της αποικιας εκ βαβυλωνος εις ιερουσαλημ