Scrutatio

Tuesday, 16 July 2024 - Nostra Signora del Carmelo ( Letture di oggi)

ΔΑΝΙΗΛ - Daniele - Daniel 1


font

1επι βασιλεως ιωακιμ της ιουδαιας ετους τριτου παραγενομενος ναβουχοδονοσορ βασιλευς βαβυλωνος εις ιερουσαλημ επολιορκει αυτην2και παρεδωκεν αυτην κυριος εις χειρας αυτου και ιωακιμ τον βασιλεα της ιουδαιας και μερος τι των ιερων σκευων του κυριου και απηνεγκεν αυτα εις βαβυλωνα και απηρεισατο αυτα εν τω ειδωλιω αυτου3και ειπεν ο βασιλευς αβιεσδρι τω εαυτου αρχιευνουχω αγαγειν αυτω εκ των υιων των μεγιστανων του ισραηλ και εκ του βασιλικου γενους και εκ των επιλεκτων4νεανισκους αμωμους και ευειδεις και επιστημονας εν παση σοφια και γραμματικους και συνετους και σοφους και ισχυοντας ωστε ειναι εν τω οικω του βασιλεως και διδαξαι αυτους γραμματα και διαλεκτον χαλδαικην5και διδοσθαι αυτοις εκθεσιν εκ του οικου του βασιλεως καθ' εκαστην ημεραν και απο της βασιλικης τραπεζης και απο του οινου ου πινει ο βασιλευς και εκπαιδευσαι αυτους ετη τρια και εκ τουτων στησαι εμπροσθεν του βασιλεως6και ησαν εκ του γενους των υιων ισραηλ των απο της ιουδαιας δανιηλ ανανιας μισαηλ αζαριας7και επεθηκεν αυτοις ο αρχιευνουχος ονοματα τω μεν δανιηλ βαλτασαρ τω δε ανανια σεδραχ και τω μισαηλ μισαχ και τω αζαρια αβδεναγω8και ενεθυμηθη δανιηλ εν τη καρδια οπως μη αλισγηθη εν τω δειπνω του βασιλεως και εν ω πινει οινω και ηξιωσε τον αρχιευνουχον ινα μη συμμολυνθη9και εδωκε κυριος τω δανιηλ τιμην και χαριν εναντιον του αρχιευνουχου10και ειπεν ο αρχιευνουχος τω δανιηλ αγωνιω τον κυριον μου τον βασιλεα τον εκταξαντα την βρωσιν υμων και την ποσιν υμων ινα μη ιδη τα προσωπα υμων διατετραμμενα και ασθενη παρα τους συντρεφομενους υμιν νεανιας των αλλογενων και κινδυνευσω τω ιδιω τραχηλω11και ειπεν δανιηλ αβιεσδρι τω αναδειχθεντι αρχιευνουχω επι τον δανιηλ ανανιαν μισαηλ αζαριαν12πειρασον δη τους παιδας σου εφ' ημερας δεκα και δοθητω ημιν απο των οσπριων της γης ωστε καπτειν και υδροποτειν13και εαν φανη η οψις ημων διατετραμμενη παρα τους αλλους νεανισκους τους εσθιοντας απο του βασιλικου δειπνου καθως εαν θελης ουτω χρησαι τοις παισι σου14και εχρησατο αυτοις τον τροπον τουτον και επειρασεν αυτους ημερας δεκα15μετα δε τας δεκα ημερας εφανη η οψις αυτων καλη και η εξις του σωματος κρεισσων των αλλων νεανισκων των εσθιοντων το βασιλικον δειπνον16και ην αβιεσδρι αναιρουμενος το δειπνον αυτων και τον οινον αυτων και αντεδιδου αυτοις απο των οσπριων17και τοις νεανισκοις εδωκεν ο κυριος επιστημην και συνεσιν και φρονησιν εν παση γραμματικη τεχνη και τω δανιηλ εδωκε συνεσιν εν παντι ρηματι και οραματι και ενυπνιοις και εν παση σοφια18μετα δε τας ημερας ταυτας επεταξεν ο βασιλευς εισαγαγειν αυτους και εισηχθησαν απο του αρχιευνουχου προς τον βασιλεα ναβουχοδονοσορ19και ωμιλησεν αυτοις ο βασιλευς και ουχ ευρεθη εν τοις σοφοις ομοιος τω δανιηλ και ανανια και μισαηλ και αζαρια και ησαν παρα τω βασιλει20και εν παντι λογω και συνεσει και παιδεια οσα εζητησε παρ' αυτων ο βασιλευς κατελαβεν αυτους σοφωτερους δεκαπλασιως υπερ τους σοφιστας και τους φιλοσοφους τους εν παση τη βασιλεια αυτου και εδοξασεν αυτους ο βασιλευς και κατεστησεν αυτους αρχοντας και ανεδειξεν αυτους σοφους παρα παντας τους αυτου εν πραγμασιν εν παση τη γη αυτου και εν τη βασιλεια αυτου21και ην δανιηλ εως του πρωτου ετους της βασιλειας κυρου βασιλεως περσων