Scrutatio

Tuesday, 25 June 2024 - San Guglielmo ( Letture di oggi)

ΜΑΚΚΑΒΑΙΩΝ Δ´ - 4 Maccabei - Maccabees IV 1


font

1φιλοσοφωτατον λογον επιδεικνυσθαι μελλων ει αυτοδεσποτος εστιν των παθων ο ευσεβης λογισμος συμβουλευσαιμ' αν υμιν ορθως οπως προσεχητε προθυμως τη φιλοσοφια2και γαρ αναγκαιος εις επιστημην παντι ο λογος και αλλως της μεγιστης αρετης λεγω δη φρονησεως περιεχει επαινον3ει αρα των σωφροσυνης κωλυτικων παθων ο λογισμος φαινεται επικρατειν γαστριμαργιας τε και επιθυμιας4αλλα και των της δικαιοσυνης εμποδιστικων παθων κυριευειν αναφαινεται οιον κακοηθειας και των της ανδρειας εμποδιστικων παθων θυμου τε και φοβου και πονου5πως ουν ισως ειποιεν αν τινες ει των παθων ο λογισμος κρατει ληθης και αγνοιας ου δεσποζει γελοιον επιχειρουντες λεγειν6ου γαρ των αυτου παθων ο λογισμος κρατει αλλα των της δικαιοσυνης και ανδρειας και σωφροσυνης εναντιων και τουτων ουχ ωστε αυτα καταλυσαι αλλ' ωστε αυτοις μη ειξαι7πολλαχοθεν μεν ουν και αλλαχοθεν εχοιμ' αν υμιν επιδειξαι οτι αυτοκρατωρ εστιν των παθων ο λογισμος8πολυ δε πλεον τουτο αποδειξαιμι απο της ανδραγαθιας των υπερ αρετης αποθανοντων ελεαζαρου τε και των επτα αδελφων και της τουτων μητρος9απαντες γαρ ουτοι τους εως θανατου πονους υπεριδοντες επεδειξαντο οτι περικρατει των παθων ο λογισμος10των μεν ουν αρετων επεστι μοι επαινειν τους κατα τουτον τον καιρον υπερ της καλοκαγαθιας αποθανοντας μετα της μητρος ανδρας των δε τιμων μακαρισαιμ' αν11θαυμασθεντες γαρ ου μονον υπο παντων ανθρωπων επι τη ανδρεια και υπομονη αλλα και υπο των αικισαμενων αιτιοι κατεστησαν του καταλυθηναι την κατα του εθνους τυραννιδα νικησαντες τον τυραννον τη υπομονη ωστε καθαρισθηναι δι' αυτων την πατριδα12αλλα και περι τουτου νυν αυτικα δη λεγειν εξεσται αρξαμενω της υποθεσεως οπερ ειωθα ποιειν και ουτως εις τον περι αυτων τρεψομαι λογον δοξαν διδους τω πανσοφω θεω13ζητουμεν δη τοινυν ει αυτοκρατωρ εστιν των παθων ο λογισμος14διακρινομεν τι ποτε εστιν λογισμος και τι παθος και ποσαι παθων ιδεαι και ει παντων επικρατει τουτων ο λογισμος15λογισμος μεν δη τοινυν εστιν νους μετα ορθου λογου προτιμων τον σοφιας βιον16σοφια δη τοινυν εστιν γνωσις θειων και ανθρωπινων πραγματων και των τουτων αιτιων17αυτη δη τοινυν εστιν η του νομου παιδεια δι' ης τα θεια σεμνως και τα ανθρωπινα συμφεροντως μανθανομεν18της δε σοφιας ιδεαι καθεστηκασιν φρονησις και δικαιοσυνη και ανδρεια και σωφροσυνη19κυριωτατη δε παντων η φρονησις εξ ης δη των παθων ο λογισμος επικρατει20παθων δε φυσεις εισιν αι περιεκτικωταται δυο ηδονη τε και πονος τουτων δε εκατερον και περι το σωμα και περι την ψυχην πεφυκεν21πολλαι δε και περι την ηδονην και τον πονον παθων εισιν ακολουθιαι22προ μεν ουν της ηδονης εστιν επιθυμια μετα δε την ηδονην χαρα23προ δε του πονου εστιν φοβος μετα δε τον πονον λυπη24θυμος δε κοινον παθος εστιν ηδονης και πονου εαν εννοηθη τις οτι αυτω περιεπεσεν25εν τη ηδονη δε ενεστιν και η κακοηθης διαθεσις πολυτροπωτατη παντων ουσα των παθων26και τα μεν ψυχης αλαζονεια και φιλαργυρια και φιλοδοξια και φιλονεικια και βασκανια27κατα δε το σωμα παντοφαγια και λαιμαργια και μονοφαγια28καθαπερ ουν δυειν του σωματος και της ψυχης φυτων οντων ηδονης τε και πονου πολλαι τουτων των φυτων εισιν παραφυαδες29ων εκαστην ο παγγεωργος λογισμος περικαθαιρων και αποκνιζων και περιπλεκων και επαρδων και παντα τροπον μεταχεων εξημεροι τας των ηθων και παθων υλας30ο γαρ λογισμος των μεν αρετων εστιν ηγεμων των δε παθων αυτοκρατωρ επιθεωρειτε τοινυν πρωτον δια των κωλυτικων της σωφροσυνης εργων οτι αυτοδεσποτος εστιν των παθων ο λογισμος31σωφροσυνη δη τοινυν εστιν επικρατεια των επιθυμιων32των δε επιθυμιων αι μεν εισιν ψυχικαι αι δε σωματικαι και τουτων αμφοτερων επικρατειν ο λογισμος φαινεται33επει ποθεν κινουμενοι προς τας απειρημενας τροφας αποστρεφομεθα τας εξ αυτων ηδονας ουχ οτι δυναται των ορεξεων επικρατειν ο λογισμος εγω μεν οιμαι34τοιγαρουν ενυδρων επιθυμουντες και ορνεων και τετραποδων και παντοιων βρωματων των απηγορευμενων ημιν κατα τον νομον απεχομεθα δια την του λογισμου επικρατειαν35ανεχεται γαρ τα των ορεξεων παθη υπο του σωφρονος νοος ανακοπτομενα και φιμουται παντα τα του σωματος κινηματα υπο του λογισμου