Scrutatio

Tuesday, 25 June 2024 - San Guglielmo ( Letture di oggi)

ΑΣΜΑ - Cantico - Canticle of Canticles 1


font

1ασμα ασματων ο εστιν τω σαλωμων2φιλησατω με απο φιληματων στοματος αυτου οτι αγαθοι μαστοι σου υπερ οινον3και οσμη μυρων σου υπερ παντα τα αρωματα μυρον εκκενωθεν ονομα σου δια τουτο νεανιδες ηγαπησαν σε4ειλκυσαν σε οπισω σου εις οσμην μυρων σου δραμουμεν εισηνεγκεν με ο βασιλευς εις το ταμιειον αυτου αγαλλιασωμεθα και ευφρανθωμεν εν σοι αγαπησομεν μαστους σου υπερ οινον ευθυτης ηγαπησεν σε5μελαινα ειμι και καλη θυγατερες ιερουσαλημ ως σκηνωματα κηδαρ ως δερρεις σαλωμων6μη βλεψητε με οτι εγω ειμι μεμελανωμενη οτι παρεβλεψεν με ο ηλιος υιοι μητρος μου εμαχεσαντο εν εμοι εθεντο με φυλακισσαν εν αμπελωσιν αμπελωνα εμον ουκ εφυλαξα7απαγγειλον μοι ον ηγαπησεν η ψυχη μου που ποιμαινεις που κοιταζεις εν μεσημβρια μηποτε γενωμαι ως περιβαλλομενη επ' αγελαις εταιρων σου8εαν μη γνως σεαυτην η καλη εν γυναιξιν εξελθε συ εν πτερναις των ποιμνιων και ποιμαινε τας εριφους σου επι σκηνωμασιν των ποιμενων9τη ιππω μου εν αρμασιν φαραω ωμοιωσα σε η πλησιον μου10τι ωραιωθησαν σιαγονες σου ως τρυγονες τραχηλος σου ως ορμισκοι11ομοιωματα χρυσιου ποιησομεν σοι μετα στιγματων του αργυριου12εως ου ο βασιλευς εν ανακλισει αυτου ναρδος μου εδωκεν οσμην αυτου13αποδεσμος της στακτης αδελφιδος μου εμοι ανα μεσον των μαστων μου αυλισθησεται14βοτρυς της κυπρου αδελφιδος μου εμοι εν αμπελωσιν εγγαδδι15ιδου ει καλη η πλησιον μου ιδου ει καλη οφθαλμοι σου περιστεραι16ιδου ει καλος ο αδελφιδος μου και γε ωραιος προς κλινη ημων συσκιος17δοκοι οικων ημων κεδροι φατνωματα ημων κυπαρισσοι