Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Atti degli Apostoli - Acts 13


font
LXXCATHOLIC PUBLIC DOMAIN
1 Ἦσαν δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.1 Now there were, in the Church at Antioch, prophets and teachers, among whom were Barnabas, and Simon, who was called the Black, and Lucius of Cyrene, and Manahen, who was the foster brother of Herod the tetrarch, and Saul.
2 Λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.2 Now as they were ministering for the Lord and fasting, the Holy Spirit said to them: “Separate Saul and Barnabas for me, for the work for which I have selected them.”
3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.3 Then, fasting and praying and imposing their hands upon them, they sent them away.
4 Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς Κύπρον4 And having been sent by the Holy Spirit, they went to Seleucia. And from there they sailed to Cyprus.
5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων. εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.5 And when they had arrived at Salamis, they were preaching the Word of God in the synagogues of the Jews. And they also had John in the ministry.
6 Διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦ6 And when they had traveled throughout the entire island, even to Paphos, they found a certain man, a magician, a false prophet, a Jew, whose name was Bar-Jesu.
7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ.7 And he was with the proconsul, Sergius Paulus, a prudent man. This man, summoning Barnabas and Saul, wanted to hear the Word of God.
8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.8 But Elymas the magician (for so his name is translated) stood against them, seeking to turn the proconsul away from the Faith.
9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτὸν9 Then Saul, who is also called Paul, having been filled with the Holy Spirit, looked intently at him,
10 εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς [τοῦ] κυρίου τὰς εὐθείας;10 and he said: “So full of every deceit and of all falsehoods, son of the devil, enemy of all justice, you never cease to subvert the righteous ways of the Lord!
11 καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σὲ καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμά τε ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος καὶ περιάγων ἐζήτει χειραγωγούς.11 And now, behold, the hand of the Lord is upon you. And you will be blinded, not seeing the sun for a length of time.” And immediately a fog and a darkness fell over him. And wandering around, he was seeking someone who might lead him by the hand.
12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.12 Then the proconsul, when he had seen what was done, believed, being in wonder over the doctrine of the Lord.
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας, Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.13 And when Paul and those who were with him had sailed from Paphos, they arrived at Perga in Pamphylia. Then John departed from them and returned to Jerusalem.
14 Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν τὴν Πισιδίαν, καὶ [εἰσ]ελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.14 Yet truly, they, traveling on from Perga, arrived at Antioch in Pisidia. And upon entering the synagogue on the Sabbath day, they sat down.
15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.15 Then, after the reading from the Law and the Prophets, the leaders of the synagogue sent to them, saying: “Noble brothers, if there is in you any word of exhortation to the people, speak.”
16 Ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε.16 Then Paul, rising up and motioning for silence with his hand, said: “Men of Israel and you who fear God, listen closely.
17 ὁ θεὸς τοῦ λαοῦ τούτου Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτου καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,17 The God of the people of Israel chose our fathers, and exalted the people, when they were settlers in the land of Egypt. And with an exalted arm, he led them away from there.
18 καὶ ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ18 And throughout a time of forty years, he endured their behavior in the desert.
19 καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν19 And by destroying seven nations in the land of Canaan, he divided their land among them by lot,
20 ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως Σαμουὴλ [τοῦ] προφήτου.20 after about four hundred and fifty years. And after these things, he gave them judges, even until the prophet Samuel.
21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα,21 And later on, they petitioned for a king. And God gave them Saul, the son of Kish, a man from the tribe of Benjamin, for forty years.
22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα ᾧ καὶ εἶπεν μαρτυρήσας· εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.22 And having removed him, he raised up for them king David. And offering testimony about him, he said, ‘I have found David, the son of Jesse, to be a man according to my own heart, who will accomplish all that I will.’
23 τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν,23 From his offspring, according to the Promise, God has brought Jesus the Savior to Israel.
24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ.24 John was preaching, before the face of his advent, a baptism of repentance to all the people of Israel.
25 ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγεν· τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.25 Then, when John completed his course, he was saying: ‘I am not the one you consider me to be. For behold, one arrives after me, the shoes of whose feet I am not worthy to loosen.’
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη.26 Noble brothers, sons of the stock of Abraham, and those among you who fear God, it is to you the Word of this salvation has been sent.
27 οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,27 For those who were living in Jerusalem, and its rulers, heeding neither him, nor the voices of the Prophets that are read on every Sabbath, fulfilled these by judging him.
28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν.28 And although they found no case for death against him, they petitioned Pilate, so that they might put him to death.
29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.29 And when they had fulfilled everything that had been written about him, taking him down from the tree, they placed him in a tomb.
30 ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν,30 Yet truly, God raised him up from the dead on the third day.
31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες [νῦν] εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.31 And he was seen for many days by those who went up with him from Galilee to Jerusalem, who even now are his witnesses to the people.
32 Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην,32 And we are announcing to you that the Promise, which was made to our fathers,
33 ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις [αὐτῶν] ἡμῖν ἀναστήσας Ἰησοῦν ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ·
υἱός μου εἶ σύ,
ἐγὼ σήμερον γεγέννηκά σε.
33 has been fulfilled by God for our children by raising up Jesus, just as it has been written in the second Psalm also: ‘You are my Son. This day I have begotten you.’
34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.34 Now, since he raised him from the dead, so as to no longer return to corruption, he has said this: ‘I will give to you the holy things of David, the faithful one.’
35 διότι καὶ ἐν ἑτέρῳ λέγει· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν.35 And also then, in another place, he says: ‘You will not allow your Holy One to see corruption.’
36 Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν·36 For David, when he had ministered to his generation in accordance with the will of God, fell asleep, and he was placed next to his fathers, and he saw corruption.
37 ὃν δὲ ὁ θεὸς ἤγειρεν, οὐκ εἶδεν διαφθοράν.37 Yet truly, he whom God has raised from the dead has not seen corruption.
38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, [καὶ] ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι,38 Therefore, let it be known to you, noble brothers, that through him is announced to you remission from sins and from everything by which you were not able to be justified in the law of Moses.
39 ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.39 In him, all who believe are justified.
40 βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις·40 Therefore, be careful, lest what was said by the Prophets may overwhelm you:
41 ἴδετε, οἱ καταφρονηταί,
καὶ θαυμάσατε καὶ ἀφανίσθητε,
ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν,
ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
41 ‘You despisers! Look, and wonder, and be scattered! For I am working a deed in your days, a deed which you would not believe, even if someone were to explain it to you.’ ”
42 Ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα.42 Then, as they were departing, they asked them if, on the following Sabbath, they might speak these words to them.
43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ.43 And when the synagogue had been dismissed, many among the Jews and the new worshipers were following Paul and Barnabas. And they, speaking to them, persuaded them to continue in the grace of God.
44 Τῷ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου.44 Yet truly, on the following Sabbath, nearly the entire city came together to hear the Word of God.
45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ Παύλου λαλουμένοις βλασφημοῦντες.45 Then the Jews, seeing the crowds, were filled with envy, and they, blaspheming, contradicted the things that were being said by Paul.
46 παρρησιασάμενοί τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.46 Then Paul and Barnabas said firmly: “It was necessary to speak the Word of God first to you. But because you reject it, and so judge yourselves unworthy of eternal life, behold, we turn to the Gentiles.
47 οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος·
τέθεικά σε εἰς φῶς ἐθνῶν
τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
47 For so has the Lord instructed us: ‘I have set you as a light to the Gentiles, so that you may bring salvation to the ends of the earth.’ ”
48 Ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·48 Then the Gentiles, upon hearing this, were gladdened, and they were glorifying the Word of the Lord. And as many as believed were preordained to eternal life.
49 διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι’ ὅλης τῆς χώρας.49 Now the word of the Lord was disseminated throughout the entire region.
50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ Βαρναβᾶν καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.50 But the Jews incited some devout and honest women, and the leaders of the city. And they stirred up a persecution against Paul and Barnabas. And they drove them away from their parts.
51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον,51 But they, shaking the dust from their feet against them, went on to Iconium.
52 οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.52 The disciples were likewise filled with gladness and with the Holy Spirit.