Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Vangelo secondo Luca - Luke 20


font
LXXGREEK BIBLE
1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις1 Και εν μια των ημερων εκεινων, ενω αυτος εδιδασκε τον λαον εν τω ιερω, και ευηγγελιζετο, ηλθον εξαιφνης οι αρχιερεις και οι γραμματεις μετα των πρεσβυτερων
2 καὶ εἶπαν λέγοντες πρὸς αὐτόν· εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;2 και ειπον προς αυτον, λεγοντες? Ειπε προς ημας εν ποια εξουσια πραττεις ταυτα, η τις ειναι οστις σοι εδωκε την εξουσιαν ταυτην;
3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον, καὶ εἴπατέ μοι·3 Αποκριθεις δε ειπε προς αυτους? Θελω σας ερωτησει και εγω ενα λογον, και ειπατε μοι?
4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;4 το βαπτισμα του Ιωαννου εξ ουρανου ητο η εξ ανθρωπων;
5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ· διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ;5 Οι δε εσυλλογισθησαν καθ' εαυτους λεγοντες, οτι Εαν ειπωμεν, Εξ ουρανου, θελει ειπει, Δια τι λοιπον δεν επιστευσατε εις αυτον;
6 ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων, ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.6 Εαν δε ειπωμεν, Εξ ανθρωπων, πας ο λαος θελει μας λιθοβολησει? επειδη ειναι πεπεισμενοι οτι ο Ιωαννης ειναι προφητης.
7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.7 Και απεκριθησαν οτι δεν εξευρουσι ποθεν ητο.
8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.8 Και ο Ιησους ειπε προς αυτους? Ουδε εγω σας λεγω εν ποια εξουσια πραττω ταυτα.
9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός [τις] ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.9 Ηρχισε δε να λεγη προς τον λαον την παραβολην ταυτην? Ανθρωπος τις εφυτευσεν αμπελωνα, και εμισθωσεν αυτον εις γεωργους, και απεδημησε πολυν καιρον.
10 καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν.10 Και εν τω καιρω των καρπων απεστειλε προς τους γεωργους δουλον δια να δωσωσιν εις αυτον απο του καρπου του αμπελωνος? οι γεωργοι ομως δειραντες αυτον εξαπεστειλαν κενον?
11 καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.11 Και παλιν επεμψεν αλλον δουλον. Πλην αυτοι δειραντες και εκεινον και ατιμασαντες εξαπεστειλαν κενον.
12 καὶ προσέθετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.12 Και παλιν επεμψε τριτον. Αλλ' εκεινοι και τουτον πληγωσαντες απεδιωξαν.
13 εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἐντραπήσονται.13 Ειπε δε ο κυριος του αμπελωνος? Τι να καμω; ας πεμψω τον υιον μου τον αγαπητον? ισως ιδοντες τουτον θελουσιν εντραπει.
14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.14 Πλην ιδοντες αυτον οι γεωργοι, διελογιζοντο καθ' εαυτους λεγοντες? Ουτος ειναι ο κληρονομος? ελθετε ας φονευσωμεν αυτον, δια να γεινη ημων η κληρονομια.
15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;15 Και εκβαλοντες αυτον εξω του αμπελωνος, εφονευσαν? Τι λοιπον θελει καμει εις αυτους ο κυριος του αμπελωνος;
16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
ἀκούσαντες δὲ εἶπαν· μὴ γένοιτο.
16 Θελει ελθει και απολεσει τους γεωργους τουτους, και θελει δωσει τον αμπελωνα εις αλλους. Ακουσαντες δε ειπον? Μη γενοιτο.
17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο·
λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
17 Ο δε εμβλεψας εις αυτους ειπε? Τι λοιπον ειναι τουτο το γεγραμμενον, Ο λιθος, τον οποιον απεδοκιμασαν οι οικοδομουντες, ουτος εγεινε κεφαλη γωνιας;
18 πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ’ ὃν δ’ ἂν πέσῃ, λικμήσει αὐτόν.18 Πας οστις πεση επι τον λιθον εκεινον θελει συντριφθη? εις οντινα δε επιπεση, θελει κατασυντριψει αυτον.
19 Καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην.19 Και εζητησαν οι αρχιερεις και οι γραμματεις να βαλωσιν επ' αυτον τας χειρας εν αυτη τη ωρα, πλην εφοβηθησαν τον λαον? διοτι ηνοησαν οτι προς αυτους ειπε την παραβολην ταυτην.
20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.20 Και παραφυλαξαντες απεστειλαν ενεδρευτας, υποκρινομενους οτι ειναι δικαιοι, επι σκοπω να πιασωσιν αυτον απο λογου, δια να παραδωσωσιν αυτον εις την αρχην και εις την εξουσιαν του ηγεμονος.
21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·21 Και ηρωτησαν αυτον λεγοντες? Διδασκαλε, εξευρομεν οτι ορθως ομιλεις και διδασκεις και δεν βλεπεις εις προσωπον, αλλ' επ' αληθειας την οδον του Θεου διδασκεις?
22 ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ;22 ειναι συγκεχωρημενον εις ημας να δωσωμεν φορον εις τον Καισαρα η ουχι;
23 Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς·23 Εννοησας δε την πανουργιαν αυτων, ειπε προς αυτους? Τι με πειραζετε;
24 δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; οἱ δὲ εἶπαν· Καίσαρος.24 δειξατε μοι δηναριον? τινος εικονα εχει και επιγραφην; Και αποκριθεντες ειπον? Του Καισαρος.
25 ὁ δὲ εἶπεν πρὸς αὐτούς· τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.25 Ο δε ειπε προς αυτους? Αποδοτε λοιπον τα του Καισαρος εις τον Καισαρα και τα του Θεου εις τον Θεον.
26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.26 Και δεν ηδυνηθησαν να πιασωσιν αυτον απο λογου εμπροσθεν του λαου, και θαυμασαντες δια την αποκρισιν αυτου εσιωπησαν.
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ [ἀντι]λέγοντες ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν27 Προσελθοντες δε τινες των Σαδδουκαιων, οιτινες αρνουνται οτι ειναι αναστασις, ηρωτησαν αυτον,
28 λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ᾖ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.28 λεγοντες? Διδασκαλε, ο Μωυσης μας εγραψεν? Εαν τινος ο αδελφος αποθανη εχων γυναικα, και ουτος αποθανη ατεκνος, να λαβη ο αδελφος αυτου την γυναικα και να εξαναστηση σπερμα εις τον αδελφον αυτου.
29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·29 Ησαν λοιπον επτα αδελφοι? και ο πρωτος λαβων γυναικα, απεθανεν ατεκνος?
30 καὶ ὁ δεύτερος30 και ελαβεν ο δευτερος την γυναικα, και ουτος απεθανεν ατεκνος?
31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν, ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον.31 και ο τριτος ελαβεν αυτην? ωσαυτως δε και οι επτα? και δεν αφηκαν τεκνα, και απεθανον.
32 ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν.32 Υστερον δε παντων απεθανε και η γυνη.
33 ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.33 Εν τη αναστασει λοιπον τινος αυτων γινεται γυνη; διοτι και οι επτα ελαβον αυτην γυναικα.
34 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται,34 Και ο Ιησους αποκριθεις ειπε προς αυτους? οι υιοι του αιωνος τουτου νυμφευουσι και νυμφευονται?
35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·35 οι δε καταξιωθεντες να απολαυσωσιν εκεινον τον αιωνα και την εκ νεκρων αναστασιν ουτε νυμφευουσιν ουτε νυμφευονται?
36 οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες.36 διοτι ουτε να αποθανωσι πλεον δυνανται? επειδη ειναι ισαγγελοι και ειναι υιοι του Θεου, οντες υιοι της αναστασεως.
37 ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ θεὸν Ἰσαὰκ καὶ θεὸν Ἰακώβ.37 Οτι δε εγειρονται οι νεκροι, και ο Μωυσης εφανερωσεν επι της βατου, οτε λεγει Κυριον τον Θεον του Αβρααμ και τον Θεον του Ισαακ και τον Θεον του Ιακωβ.
38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν.38 Ο δε Θεος δεν ειναι νεκρων, αλλα ζωντων? διοτι παντες ζωσι εν αυτω.
39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· διδάσκαλε, καλῶς εἶπας.39 Αποκριθεντες δε τινες των γραμματεων ειπον? Διδασκαλε, καλως ειπας.
40 οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.40 Και δεν ετολμων πλεον να ερωτωσιν αυτον ουδεν.
41 Εἶπεν δὲ πρὸς αὐτούς· πῶς λέγουσιν τὸν χριστὸν εἶναι Δαυὶδ υἱόν;41 Ειπε δε προς αυτους? Πως λεγουσι τον Χριστον οτι ειναι υιος του Δαβιδ;
42 αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν·
εἶπεν κύριος τῷ κυρίῳ μου·
κάθου ἐκ δεξιῶν μου,
42 Και αυτος ο Δαβιδ λεγει εν τη βιβλω των ψαλμων? Ειπεν ο Κυριος προς τον Κυριον μου, καθου εκ δεξιων μου,
43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
ὑποπόδιον τῶν ποδῶν σου.
43 εωσου θεσω τους εχθρους σου υποποδιον των ποδων σου.
44 Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν;44 Ο Δαβιδ λοιπον ονομαζει αυτον Κυριον? και πως ειναι υιος αυτου;
45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς [αὐτοῦ]·45 Και ενω ηκουε πας ο λαος, ειπε προς τους μαθητας αυτου?
46 προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,46 Προσεχετε απο των γραμματεων, οιτινες θελουσι να περιπατωσιν εστολισμενοι και αγαπωσιν ασπασμους εν ταις αγοραις και πρωτοκαθεδριας εν ταις συναγωγαις και τους πρωτους τοπους εν τοις δειπνοις,
47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.47 οιτινες κατατρωγουσι τας οικιας των χηρων, και τουτο επι προφασει οτι καμνουσι μακρας προσευχας? ουτοι θελουσι λαβει μεγαλητεραν καταδικην.