Scrutatio

Giovedi, 9 maggio 2024 - Beata Maria Teresa di Gesù (Carolina Gerhardinger) ( Letture di oggi)

1 John - Prima lettera di Giovanni 4


font
LXXGREEK BIBLE
1 Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἐκ τοῦ θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον.1 Αγαπητοι, μη πιστευετε εις παν πνευμα, αλλα δοκιμαζετε τα πνευματα εν ηναι εκ του Θεου? διοτι πολλοι ψευδοπροφηται εξηλθον εις τον κοσμον.
2 ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ θεοῦ· πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ θεοῦ ἐστιν,2 Εκ τουτου γνωριζετε το Πνευμα του Θεου? παν πνευμα, το οποιον ομολογει οτι ο Ιησους Χριστος ηλθεν εν σαρκι, ειναι εκ του Θεου?
3 καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ θεοῦ οὐκ ἔστιν· καὶ τοῦτό ἐστιν τὸ τοῦ ἀντιχρίστου ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.3 και παν πνευμα, το οποιον δεν ομολογει οτι ο Ιησους Χριστος ηλθεν εν σαρκι, δεν ειναι εκ του Θεου? και τουτο ειναι το πνευμα του αντιχριστου, το οποιον ηκουσατε οτι ερχεται, και τωρα μαλιστα ειναι εν τω κοσμω.
4 Ὑμεῖς ἐκ τοῦ θεοῦ ἐστε, τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν ἢ ὁ ἐν τῷ κόσμῳ.4 Σεις εκ του Θεου εισθε, τεκνια, και ενικησατε αυτους, διοτι μεγαλητερος ειναι εκεινος οστις ειναι εν υμιν παρα οστις ειναι εν τω κοσμω.
5 αὐτοὶ ἐκ τοῦ κόσμου εἰσίν, διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσιν καὶ ὁ κόσμος αὐτῶν ἀκούει.5 Αυτοι εκ του κοσμου ειναι? δια τουτο εκ του κοσμου λαλουσι, και ο κοσμος αυτους ακουει.
6 ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν· ὁ γινώσκων τὸν θεὸν ἀκούει ἡμῶν· ὃς οὐκ ἔστιν ἐκ τοῦ θεοῦ, οὐκ ἀκούει ἡμῶν. ἐκ τούτου γινώσκομεν τὸ πνεῦμα τῆς ἀληθείας καὶ τὸ πνεῦμα τῆς πλάνης.6 ημεις εκ του Θεου ειμεθα? οστις γνωριζει τον Θεον ακουει ημας? οστις δεν ειναι εκ του Θεου δεν ακουει ημας. Εκ τουτου γνωριζομεν το πνευμα της αληθειας και το πνευμα της πλανης.
7 Ἀγαπητοί, ἀγαπῶμεν ἀλλήλους,
ὅτι ἡ ἀγάπη ἐκ τοῦ θεοῦ ἐστιν,
καὶ πᾶς ὁ ἀγαπῶν ἐκ τοῦ θεοῦ γεγέννηται
καὶ γινώσκει τὸν θεόν.
7 Αγαπητοι, ας αγαπωμεν αλληλους, διοτι η αγαπη ειναι εκ του Θεου, και πας οστις αγαπα εκ του Θεου εγεννηθη και γνωριζει τον Θεον.
8 ὁ μὴ ἀγαπῶν οὐκ ἔγνω τὸν θεόν,
ὅτι ὁ θεὸς ἀγάπη ἐστίν.
8 Οστις δεν αγαπα δεν εγνωρισε τον Θεον, διοτι ο Θεος ειναι αγαπη.
9 ἐν τούτῳ ἐφανερώθη ἡ ἀγάπη τοῦ θεοῦ ἐν ἡμῖν,
ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέσταλκεν ὁ θεὸς
εἰς τὸν κόσμον, ἵνα ζήσωμεν δι’ αὐτοῦ.
9 Εν τουτω εφανερωθη η αγαπη του Θεου προς ημας, οτι τον Υιον αυτου τον μονογενη απεστειλεν ο Θεος εις τον κοσμον, δια να ζησωμεν δι' αυτου.
10 ἐν τούτῳ ἐστὶν ἡ ἀγάπη,
οὐχ ὅτι ἡμεῖς ἠγαπήκαμεν τὸν θεόν,
ἀλλ’ ὅτι αὐτὸς ἠγάπησεν ἡμᾶς
καὶ ἀπέστειλεν τὸν υἱὸν αὐτοῦ
ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν.
10 Εν τουτω ειναι η αγαπη, ουχι οτι ημεις ηγαπησαμεν τον Θεον, αλλ' οτι αυτος ηγαπησεν ημας και απεστειλε τον Υιον αυτου ιλασμον περι των αμαρτιων ημων.
11 Ἀγαπητοί, εἰ οὕτως ὁ θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν.11 Αγαπητοι επειδη ουτως ηγαπησεν ημας ο Θεος και ημεις χρεωστουμεν να αγαπωμεν αλληλους.
12 θεὸν οὐδεὶς πώποτε τεθέαται. ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ ἐν ἡμῖν τετελειωμένη ἐστίν.12 Τον Θεον ουδεις ειδε πωποτε? εαν αγαπωμεν αλληλους, ο Θεος μενει εν ημιν, και η αγαπη αυτου ειναι τετελειωμενη εν ημιν.
13 Ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.13 Εκ τουτου γνωριζομεν οτι εν αυτω μενομεν και αυτος εν ημιν, διοτι εκ του Πνευματος αυτου εδωκεν εις ημας.
14 καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου.14 Και ημεις ειδομεν και μαρτυρουμεν οτι ο Πατηρ απεστειλε τον Υιον Σωτηρα του κοσμου.
15 ὃς ἐὰν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ, ὁ θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ θεῷ.15 Οστις ομολογηση οτι ο Ιησους ειναι ο Υιος του Θεου, ο Θεος μενει εν αυτω και αυτος εν τω Θεω.
16 καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ θεὸς ἐν ἡμῖν.
Ὁ θεὸς ἀγάπη ἐστίν, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ θεῷ μένει, καὶ ὁ θεὸς ἐν αὐτῷ μένει.
16 Και ημεις εγνωρισαμεν και επιστευσαμεν την αγαπην την οποιαν εχει ο Θεος προς ημας. Ο Θεος ειναι αγαπη, και οστις μενει εν τη αγαπη εν τω Θεω μενει και ο Θεος εν αυτω.
17 ἐν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ’ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστιν, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ.17 Εν τουτω ειναι τετελειωμενη η αγαπη μεθ' ημων, δια να εχωμεν παρρησιαν εν τη ημερα της κρισεως, διοτι καθως εκεινος ειναι, ουτω και ημεις ειμεθα εν τω κοσμω τουτω.
18 φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ’ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ.18 Φοβος δεν ειναι εν τη αγαπη, αλλ' η τελεια αγαπη εξω διωκει τον φοβον, διοτι ο φοβος εχει κολασιν? και ο φοβουμενος δεν ειναι τετελειωμενος εν τη αγαπη.
19 ἡμεῖς ἀγαπῶμεν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.19 ημεις αγαπωμεν αυτον, διοτι αυτος πρωτος ηγαπησεν ημας.
20 ἐάν τις εἴπῃ ὅτι ἀγαπῶ τὸν θεὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῇ, ψεύστης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακεν, τὸν θεὸν ὃν οὐχ ἑώρακεν οὐ δύναται ἀγαπᾶν.20 Εαν τις ειπη οτι αγαπω τον Θεον, και μιση τον αδελφον αυτου, ψευστης ειναι? διοτι οστις δεν αγαπα τον αδελφον αυτου, τον οποιον ειδε, τον Θεον, τον οποιον δεν ειδε πως δυναται να αγαπα;
21 καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ’ αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν θεὸν ἀγαπᾷ καὶ τὸν ἀδελφὸν αὐτοῦ.21 Και ταυτην την εντολην εχομεν απ' αυτου, οστις αγαπα τον Θεον, να αγαπα και τον αδελφον αυτου.