1 Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· | 1 So I exhort the presbyters among you, as a fellow presbyter and witness to the sufferings of Christ and one who has a share in the glory to be revealed. |
2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ θεοῦ ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλ’ ἑκουσίως κατὰ θεόν, μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως, | 2 Tend the flock of God in your midst, (overseeing) not by constraint but willingly, as God would have it, not for shameful profit but eagerly. |
3 μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· | 3 Do not lord it over those assigned to you, but be examples to the flock. |
4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. | 4 And when the chief Shepherd is revealed, you will receive the unfading crown of glory. |
5 ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε, ὅτι ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. | 5 Likewise, you younger members, be subject to the presbyters. And all of you, clothe yourselves with humility in your dealings with one another, for: "God opposes the proud but bestows favor on the humble." |
6 Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, | 6 So humble yourselves under the mighty hand of God, that he may exalt you in due time. |
7 πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. | 7 Cast all your worries upon him because he cares for you. |
8 νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν· | 8 Be sober and vigilant. Your opponent the devil is prowling around like a roaring lion looking for (someone) to devour. |
9 ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. | 9 Resist him, steadfast in faith, knowing that your fellow believers throughout the world undergo the same sufferings. |
10 ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ ὀλίγον παθόντας αὐτὸς καταρτίσει, στηρίξει, σθενώσει, θεμελιώσει. | 10 The God of all grace who called you to his eternal glory through Christ (Jesus) will himself restore, confirm, strengthen, and establish you after you have suffered a little. |
11 αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας, ἀμήν. | 11 To him be dominion forever. Amen. |
12 Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι’ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ θεοῦ εἰς ἣν στῆτε. | 12 I write you this briefly through Silvanus, whom I consider a faithful brother, exhorting you and testifying that this is the true grace of God. Remain firm in it. |
13 ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. | 13 The chosen one at Babylon sends you greeting, as does Mark, my son. |
14 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. | 14 Greet one another with a loving kiss. Peace to all of you who are in Christ. |