Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Prima lettera a Timoteo - 1 Timothy 6


font
LXXGREEK BIBLE
1 Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται.1 Οσοι ειναι υπο ζυγον δουλειας, ας νομιζωσι τους κυριους αυτων αξιους πασης τιμης, δια να μη βλασφημηται το ονομα του Θεου και η διδασκαλια.
2 οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν, ἀλλὰ μᾶλλον δουλευέτωσαν, ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.
Ταῦτα δίδασκε καὶ παρακάλει.
2 Οι δε εχοντες πιστους κυριους ας μη καταφρονωσιν αυτους, διοτι ειναι αδελφοι, αλλα προθυμοτερον ας δουλευωσι, διοτι ειναι πιστοι και αγαπητοι οι απολαμβανοντες την ευεργεσιαν. Ταυτα διδασκε και νουθετει.
3 εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ’ εὐσέβειαν διδασκαλίᾳ,3 Εαν τις ετεροδιδασκαλη και δεν ακολουθη τους υγιαινοντας λογους του Κυριου ημων Ιησου Χριστου και την διδασκαλιαν την κατ' ευσεβειαν,
4 τετύφωται, μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται φθόνος ἔρις βλασφημίαι, ὑπόνοιαι πονηραί,4 ειναι τετυφωμενος και δεν εξευρει ουδεν, αλλα νοσει περι συζητησεις και λογομαχιας, εκ των οποιων προερχεται φθονος, ερις, βλασφημιαι, υπονοιαι πονηραι,
5 διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν.5 ματαιαι συνδιαλεξεις ανθρωπων διεφθαρμενων τον νουν και απεστερημενων της αληθειας, νομιζοντων την ευσεβειαν οτι ειναι πλουτισμος. Απομακρυνου απο των τοιουτων.
6 Ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας·6 Μεγας δε πλουτισμος ειναι η ευσεβεια μετα αυταρκειας.
7 οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον,
ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα·
7 Διοτι δεν εφεραμεν ουδεν εις τον κοσμον, φανερον οτι ουδε δυναμεθα να εκφερωμεν τι?
8 ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα,
τούτοις ἀρκεσθησόμεθα.
8 εχοντες δε διατροφας και σκεπασματα, ας αρκωμεθα εις ταυτα.
9 οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς, αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν.9 Οσοι δε θελουσι να πλουτωσι πιπτουσιν εις πειρασμον και παγιδα και εις επιθυμιας πολλας ανοητους και βλαβερας, αιτινες βυθιζουσι τους ανθρωπους εις ολεθρον και απωλειαν.
10 ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς.10 Διοτι ριζα παντων των κακων ειναι η φιλαργυρια, την οποιαν τινες ορεγομενοι απεπλανηθησαν απο της πιστεως και διεπερασαν εαυτους με οδυνας πολλας.
11 Σὺ δέ, ὦ ἄνθρωπε θεοῦ, ταῦτα φεῦγε·
δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν,
ἀγάπην ὑπομονὴν πραϋπαθίαν.
11 Συ ομως, ω ανθρωπε του Θεου, ταυτα φευγε? ζητει δε δικαιοσυνην, ευσεβειαν, πιστιν, αγαπην, υπομονην, πραοτητα.
12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως,
ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς, εἰς ἣν ἐκλήθης
καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν
ἐνώπιον πολλῶν μαρτύρων.
12 Αγωνιζου τον καλον αγωνα της πιστεως? κρατει την αιωνιον ζωην, εις την οποιαν και προσεκληθης και ωμολογησας την καλην ομολογιαν ενωπιον πολλων μαρτυρων.
13 παραγγέλλω [σοι] ἐνώπιον τοῦ θεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν,13 Σε παραγγελλω ενωπιον του Θεου του ζωοποιουντος τα παντα και του Ιησου Χριστου του μαρτυρησαντος ενωπιον του Ποντιου Πιλατου την καλην ομολογιαν,
14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,14 να φυλαξης την εντολην αμολυντον, αμεμπτον, μεχρι της επιφανειας του Κυριου ημων Ιησου Χριστου,
15 ἣν καιροῖς ἰδίοις δείξει
ὁ μακάριος καὶ μόνος δυνάστης,
ὁ βασιλεὺς τῶν βασιλευόντων
καὶ κύριος τῶν κυριευόντων,
15 την οποιαν εν τοις ωρισμενοις καιροις θελει δειξει ο μακαριος και μονος Δεσποτης, ο Βασιλευς των βασιλευοντων, και Κυριος των κυριευοντων,
16 ὁ μόνος ἔχων ἀθανασίαν,
φῶς οἰκῶν ἀπρόσιτον,
ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται·
ᾧ τιμὴ καὶ κράτος αἰώνιον, ἀμήν.
16 οστις μονος εχει την αθανασιαν, κατοικων φως απροσιτον, τον οποιον ουδεις των ανθρωπων ειδεν ουδε δυναται να ιδη? εις τον οποιον εστω τιμη και κρατος αιωνιον? αμην.
17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλοφρονεῖν μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ’ ἐπὶ θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν,17 Εις τους πλουσιους του κοσμου τουτου παραγγελλε να μη υψηλοφρονωσι, μηδε να ελπιζωσιν επι την αδηλοτητα του πλουτου, αλλ' επι τον Θεον τον ζωντα, οστις διδει εις ημας πλουσιως παντα εις απολαυσιν,
18 ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικούς,18 να αγαθοεργωσι, να πλουτωσιν εις εργα καλα, να ηναι ευμεταδοτοι, κοινωνικοι,
19 ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον, ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς.19 θησαυριζοντες εις εαυτους θεμελιον καλον εις το μελλον, δια να απολαυσωσι την αιωνιον ζωην.
20 Ὦ Τιμόθεε, τὴν παραθήκην φύλαξον ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως,20 Ω Τιμοθεε, την παρακαταθηκην φυλαξον, αποστρεφομενος τας βεβηλους ματαιολογιας και τας αντιλογιας της ψευδωνυμου γνωσεως,
21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν.
Ἡ χάρις μεθ’ ὑμῶν.
21 την οποιαν τινες επαγγελλομενοι επλανηθησαν κατα την πιστιν. Η χαρις ειη μετα σου? αμην.