1 Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. | 1 Stand fast, and be not held again under the yoke of bondage. |
2 Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. | 2 Behold, I Paul tell you, that if you be circumcised, Christ shall profit you nothing. |
3 μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. | 3 And I testify again to every man circumcising himself, that he is a debtor to the whole law. |
4 κατηργήθητε ἀπὸ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. | 4 You are made void of Christ, you who are justified in the law: you are fallen from grace. |
5 ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. | 5 For we in spirit, by faith, wait for the hope of justice. |
6 ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη. | 6 For in Christ Jesus neither circumcision availeth any thing, nor uncircumcision: but faith that worketh by charity. |
7 Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν [τῇ] ἀληθείᾳ μὴ πείθεσθαι; | 7 You did run well, who hath hindered you, that you should not obey the truth? |
8 ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. | 8 This persuasion is not from him that calleth you. |
9 μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. | 9 A little leaven corrupteth the whole lump. |
10 ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ. | 10 I have confidence in you in the Lord: that you will not be of another mind: but he that troubleth you, shall bear the judgment, whosoever he be. |
11 Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. | 11 And I, brethren, if I yet preach circumcision, why do I yet suffer persecution? Then is the scandal of the cross made void. |
12 Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς. | 12 I would they were even cut off, who trouble you. |
13 Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. | 13 For you, brethren, have been called unto liberty: only make not liberty an occasion to the flesh, but by charity of the spirit serve one another. |
14 ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. | 14 For all the law is fulfilled in one word: Thou shalt love thy neighbour as thyself. |
15 εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε. | 15 But if you bite and devour one another; take heed you be not consumed one of another. |
16 Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. | 16 I say then, walk in the spirit, and you shall not fulfil the lusts of the flesh. |
17 ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε. | 17 For the flesh lusteth against the spirit: and the spirit against the flesh; for these are contrary one to another: so that you do not the things that you would. |
18 εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. | 18 But if you are led by the spirit, you are not under the law. |
19 φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, | 19 Now the works of the flesh are manifest, which are fornication, uncleanness, immodesty, luxury, |
20 εἰδωλολατρία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλος, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, | 20 Idolatry, witchcrafts, enmities, contentions, emulations, wraths, quarrels, dissensions, sects, |
21 φθόνοι, μέθαι, κῶμοι καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. | 21 Envies, murders, drunkenness, revellings, and such like. Of the which I foretell you, as I have foretold to you, that they who do such things shall not obtain the kingdom of God. |
22 ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη χαρὰ εἰρήνη, μακροθυμία χρηστότης ἀγαθωσύνη, πίστις | 22 But the fruit of the Spirit is, charity, joy, peace, patience, benignity, goodness, longanimity, |
23 πραΰτης ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. | 23 Mildness, faith, modesty, continency, chastity. Against such there is no law. |
24 οἱ δὲ τοῦ Χριστοῦ [Ἰησοῦ] τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. | 24 And they that are Christ's, have crucified their flesh, with the vices and concupiscences. |
25 Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. | 25 If we live in the Spirit, let us also walk in the Spirit. |
26 μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. | 26 Let us not be made desirous of vain glory, provoking one another, envying on another. |