Scrutatio

Martedi, 14 maggio 2024 - San Mattia ( Letture di oggi)

Lettera ai Galati - Galatians 3


font
LXXGREEK BIBLE
1 Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος;1 Ω ανοητοι Γαλαται, τις σας εβασκανεν, ωστε να μη πειθησθε εις την αληθειαν σεις, εμπροσθεν εις τους οφθαλμους των οποιων ο Ιησους Χριστος, διεγραφη εσταυρωμενος μεταξυ σας;
2 τοῦτο μόνον θέλω μαθεῖν ἀφ’ ὑμῶν· ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε ἢ ἐξ ἀκοῆς πίστεως;2 Τουτο μονον θελω να μαθω απο σας? Εξ εργων νομου ελαβετε το Πνευμα, η εξ ακοης της πιστεως;
3 οὕτως ἀνόητοί ἐστε, ἐναρξάμενοι πνεύματι νῦν σαρκὶ ἐπιτελεῖσθε;3 τοσον ανοητοι εισθε; αφου ηρχισατε με το Πνευμα, τωρα τελειονετε με την σαρκα;
4 τοσαῦτα ἐπάθετε εἰκῇ; εἴ γε καὶ εἰκῇ.4 εις ματην επαθετε τοσα; αν μονον εις ματην.
5 ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως;5 Εκεινος λοιπον οστις χορηγει εις εσας το Πνευμα και ενεργει θαυματα μεταξυ σας, εξ εργων νομου καμνει ταυτα η εξ ακοης πιστεως;
6 Καθὼς Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην·6 καθως ο Αβρααμ επιστευσεν εις τον Θεον, και ελογισθη εις αυτον εις δικαιοσυνην.
7 γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ.7 Εξευρετε λοιπον οτι οι οντες εκ πιστεως, ουτοι ειναι υιοι του Αβρααμ.
8 προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη·8 Προιδουσα δε η γραφη οτι εκ πιστεως δικαιονει τα εθνη ο Θεος, προηγγειλεν εις τον Αβρααμ οτι θελουσιν ευλογηθη εν σοι παντα τα εθνη.
9 ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.9 Ωστε οι οντες εκ πιστεως ευλογουνται μετα του πιστου Αβρααμ.
10 Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσίν· γέγραπται γὰρ ὅτι ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.10 Διοτι οσοι ειναι εξ εργων νομου, υπο καταραν ειναι? επειδη ειναι γεγραμμενον? Επικαταρατος πας οστις δεν εμμενει εν πασι τοις γεγραμμενοις εν τω βιβλιω του νομου, ωστε να πραξη αυτα.
11 ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ θεῷ δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται·11 Οτι δε ουδεις δικαιουται δια του νομου ενωπιον του Θεου, ειναι φανερον, διοτι ο δικαιος θελει ζησει εκ πιστεως,
12 ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ’ ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς.12 ο δε νομος δεν ειναι εκ πιστεως? αλλ' ο ανθρωπος ο πραττων αυτα θελει ζησει δι' αυτων.
13 Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται· ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου,13 Ο Χριστος εξηγορασεν ημας εκ της καταρας του νομου, γενομενος καταρα υπερ ημων? διοτι ειναι γεγραμμενον? Επικαταρατος πας ο κρεμαμενος επι ξυλου.
14 ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν Χριστῷ Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ πνεύματος λάβωμεν διὰ τῆς πίστεως.14 Δια να ελθη εις τα εθνη η ευλογια του Αβρααμ δια Ιησου Χριστου, ωστε να λαβωμεν την επαγγελιαν του Πνευματος δια της πιστεως.
15 Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω· ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται.15 Αδελφοι, κατα ανθρωπον ομιλω? ομως και ανθρωπου διαθηκην κεκυρωμενην ουδεις αθετει η προσθετει εις αυτην.
16 τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. οὐ λέγει· καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν ἀλλ’ ὡς ἐφ’ ἑνός· καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστός.16 Προς δε τον Αβρααμ ελαληθησαν αι επαγγελιαι και προς το σπερμα αυτου? δεν λεγει, Και προς τα σπερματα, ως περι πολλων, αλλ' ως περι ενος, Και προς το σπερμα σου, οστις ειναι ο Χριστος.
17 τοῦτο δὲ λέγω· διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ θεοῦ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.17 Τουτο δε λεγω? οτι διαθηκην προκεκυρωμενην εις τον Χριστον υπο του Θεου ο μετα ετη τετρακοσια τριακοντα γενομενος νομος δεν ακυρονει, ωστε να καταργηση την επαγγελιαν.
18 εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισται ὁ θεός.18 Διοτι εαν η κληρονομια ηναι εκ νομου, δεν ειναι πλεον εξ επαγγελιας? αλλ' εις τον Αβρααμ δι' επαγγελιας εχαρισε ταυτην ο Θεος.
19 Τί οὖν ὁ νόμος; τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου.19 Δια τι λοιπον εδοθη ο νομος; Εξ αιτιας των παραβασεων προσετεθη, εωσου ελθη το σπερμα, προς το οποιον εγεινεν η επαγγελια, διαταχθεις δι' αγγελων δια χειρος μεσιτου?
20 ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν.20 ο δε μεσιτης δεν ειναι ενος, ο Θεος ομως ειναι εις.
21 ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν [τοῦ θεοῦ]; μὴ γένοιτο. εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη·21 Ο νομος λοιπον εναντιος των επαγγελιων του Θεου ειναι; Μη γενοιτο. Διοτι εαν ηθελε δοθη νομος δυναμενος να ζωοποιηση, η δικαιοσυνη ηθελεν εισθαι τωοντι εκ του νομου?
22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.22 η γραφη ομως συνεκλεισε τα παντα υπο την αμαρτιαν, δια να δοθη η επαγγελια εκ πιστεως Ιησου Χριστου εις τους πιστευοντας.
23 Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι,23 Πριν δε ελθη η πιστις, εφρουρουμεθα υπο τον νομον συγκεκλεισμενοι εις την πιστιν, ητις εμελλε να αποκαλυφθη.
24 ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν·24 Ωστε ο νομος εγεινε παιδαγωγος ημων εις τον Χριστον, δια να δικαιωθωμεν εκ πιστεως.
25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν.25 αφου ομως ηλθεν η πιστις, δεν ειμεθα πλεον υπο παιδαγωγον.
26 Πάντες γὰρ υἱοὶ θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ·26 Διοτι παντες εισθε υιοι Θεου δια της πιστεως της εν Χριστω Ιησου?
27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.27 επειδη οσοι εβαπτισθητε εις Χριστον, Χριστον ενεδυθητε.
28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ.28 Δεν ειναι πλεον Ιουδαιος ουδε Ελλην, δεν ειναι δουλος ουδε ελευθερος, δεν ειναι αρσεν και θηλυ? διοτι παντες σεις εισθε εις εν Χριστω Ιησου?
29 εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατ’ ἐπαγγελίαν κληρονόμοι.29 εαν δε ησθε του Χριστου, αρα εισθε σπερμα του Αβρααμ και κατα την επαγγελιαν κληρονομοι.