Scrutatio

Mercoledi, 15 maggio 2024 - Sant'Isidoro agricoltore ( Letture di oggi)

Seconda lettera ai Corinzi - 2 Corinthians 9


font
LXXGREEK BIBLE
1 Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν·1 Διοτι περι της διακονιας της εις τους αγιους περιττον ειναι εις εμε να σας γραφω.
2 οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ τὸ ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας.2 Επειδη εξευρω την προθυμιαν σας, την οποιαν καυχωμαι περι υμων προς τους Μακεδονας, οτι η Αχαια ητοιμασθη απο περυσι? και ο ζηλος σας διηγειρε πολλους.
3 ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε,3 Επεμψα δε τους αδελφους, δια να μη ματαιωθη ως προς τουτο η δια σας καυχησις ημων? δια να ησθε, καθως ελεγον, ητοιμασμενοι,
4 μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ λέγω ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ.4 μηπως, εαν ελθωσι μετ' εμου Μακεδονες και σας ευρωσιν ανετοιμους, καταισχυνθωμεν ημεις, δια να μη λεγωμεν σεις, εις την πεποιθησιν ταυτην της καυχησεως.
5 ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν εἰς ὑμᾶς καὶ προκαταρτίσωσιν τὴν προεπηγγελμένην εὐλογίαν ὑμῶν, ταύτην ἑτοίμην εἶναι οὕτως ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.5 Αναγκαιον λοιπον εστοχασθην να παρακαλεσω τους αδελφους να ελθωσι προτερον εις εσας και να προετοιμασωσι την προυποσχεθεισαν ελεημοσυνην σας, ωστε να ηναι ετοιμη αυτη, ουτως ως ελεημοσυνη και ουχι ως πλεονεξια.
6 Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις ἐπ’ εὐλογίαις καὶ θερίσει.6 Τουτο δε λεγω, οτι ο σπειρων με φειδωλιαν και με φειδωλιαν θελει θερισει, και ο σπειρων με αφθονιαν και με αφθονιαν θελει θερισει.
7 ἕκαστος καθὼς προῄρηται τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός.7 Εκαστος κατα την προαιρεσιν της καρδιας αυτου, ουχι με λυπην η εξ αναγκης? διοτι τον ιλαρον δοτην αγαπα ο Θεος.
8 δυνατεῖ δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν,8 Δυνατος δε ειναι ο Θεος να περισσευση πασαν χαριν εις εσας, ωστε εχοντες παντοτε εν παντι πασαν αυταρκειαν να περισσευητε εις παν εργον αγαθον,
9 καθὼς γέγραπται·
ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν,
ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
9 καθως ειναι γεγραμμενον? Εσκορπισεν, εδωκεν εις τους πενητας? η δικαιοσυνη αυτου μενει εις τον αιωνα.
10 ὁ δὲ ἐπιχορηγῶν σπόρον τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν καὶ αὐξήσει τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν.10 Ο δε χορηγων σπορον εις τον σπειροντα και αρτον προς τροφην ειθε να χορηγηση και να πληθυνη τον σπορον σας και να αυξηση τα γεννηματα της δικαιοσυνης σας?
11 ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι’ ἡμῶν εὐχαριστίαν τῷ θεῷ·11 πλουτιζομενοι κατα παντα εις πασαν ελευθεριοτητα, ητις εργαζεται δι' ημων ευχαριστιαν εις τον Θεον.
12 ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων, ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ.12 Διοτι η διακονια της υπηρεσιας ταυτης ουχι μονον προσαναπληροι τας στερησεις των αγιων, αλλα και περισσευει δια πολλων ευχαριστιων προς τον Θεον?
13 διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας,13 επειδη δοκιμαζοντες την διακονιαν ταυτην δοξαζουσι τον Θεον δια την υποταγην της εις το ευαγγελιον του Χριστου ομολογιας σας και δια την ελευθεριοτητα της προς αυτους και προς παντας μεταδοσεως,
14 καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ’ ὑμῖν.14 και δια της υπερ υμων δεησεως αυτων, οιτινες σας επιποθουσι δια την προς εσας υπερβαλλουσαν χαριν του Θεου.
15 Χάρις τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.15 Χαρις δε εις τον Θεον δια την ανεκδιηγητον αυτου δωρεαν.