Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Lettera ai Romani - Romans 11


font
LXXGREEK BIBLE
1 Λέγω οὖν, μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν.1 Λεγω λοιπον, Μηπως απερριψεν ο Θεος τον λαον αυτου; Μη γενοιτο? διοτι και εγω Ισραηλιτης ειμαι, εκ σπερματος Αβρααμ, εκ φυλης Βενιαμιν.
2 οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ;2 Δεν απερριψεν ο Θεος τον λαον αυτου, τον οποιον προεγνωρισεν. Η δεν εξευρετε τι λεγει η γραφη περι του Ηλια; πως ομιλει προς τον Θεον κατα του Ισραηλ, λεγων?
3 κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος καὶ ζητοῦσιν τὴν ψυχήν μου.3 Κυριε, τους προφητας σου εθανατωσαν και τα θυσιαστηρια σου κατεσκαψαν, και εγω εναπελειφθην μονος, και ζητουσι την ψυχην μου.
4 ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.4 Αλλα τι αποκρινεται προς αυτον ο Θεος; Αφηκα εις εμαυτον επτα χιλιαδας ανδρων, οιτινες δεν εκλιναν γονυ εις τον Βααλ.
5 οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν·5 Ουτω λοιπον και επι του παροντος καιρου απεμεινε καταλοιπον τι κατ' εκλογην χαριτος.
6 εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων, ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις.6 Εαν δε κατα χαριν, δεν ειναι πλεον εξ εργων? επειδη τοτε η χαρις δεν γινεται πλεον χαρις. Εαν δε εξ εργων, δεν ειναι πλεον χαρις? επειδη το εργον δεν ειναι πλεον εργον.
7 Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν,7 Τι λοιπον; Ο Ισραηλ δεν επετυχεν εκεινο το οποιον ζητει, οι εκλεκτοι ομως επετυχον? οι δε λοιποι ετυφλωθησαν,
8 καθὼς γέγραπται·
ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως,
ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν,
ἕως τῆς σήμερον ἡμέρας.
8 καθως ειναι γεγραμμενον? Εδωκεν εις αυτους ο Θεος πνευμα νυσταγμου, οφθαλμους δια να μη βλεπωσι και ωτα δια να μη ακουωσιν, εως της σημερον ημερας.
9 καὶ Δαυὶδ λέγει·
γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν
καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς,
9 Και ο Δαβιδ λεγει? Ας γεινη η τραπεζα αυτων εις παγιδα και εις βροχον και εις σκανδαλον και εις ανταποδομα εις αυτους?
10 σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν
καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.
10 ας σκοτισθωσιν οι οφθαλμοι αυτων δια να μη βλεπωσι, και τον νωτον αυτων διαπαντος κυρτωσον.
11 Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν εἰς τὸ παραζηλῶσαι αὐτούς.11 Λεγω λοιπον, Μηπως επταισαν δια να πεσωσι; Μη γενοιτο? αλλα δια της πτωσεως αυτων εγεινεν η σωτηρια εις τα εθνη, δια να κινηση αυτους εις ζηλοτυπιαν.
12 εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν.12 Και εαν η πτωσις αυτων ηναι πλουτος του κοσμου και ελαττωσις αυτων πλουτος των εθνων, ποσω μαλλον το πληρωμα αυτων;
13 Ὑμῖν δὲ λέγω τοῖς ἔθνεσιν· ἐφ’ ὅσον μὲν οὖν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω,13 Διοτι προς εσας τα εθνη λεγω, Εφ' οσον μεν ειμαι εγω αποστολος των εθνων, την διακονιαν μου δοξαζω,
14 εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.14 ισως κινησω εις ζηλοτυπιαν αυτους, οιτινες ειναι σαρξ μου και σωσω τινας εξ αυτων.
15 εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσλημψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν;15 Διοτι εαν η αποβολη αυτων ηναι φιλιωσις του κοσμου, τι θελει εισθαι η προσληψις αυτων ειμη ζωη εκ νεκρων;
16 εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.16 Και εαν η ζυμη ηναι αγια, ειναι και το φυραμα? και εαν η ριζα ηναι αγια, ειναι και οι κλαδοι.
17 Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δὲ ἀγριέλαιος ὢν ἐνεκεντρίσθης ἐν αὐτοῖς καὶ συγκοινωνὸς τῆς ῥίζης τῆς πιότητος τῆς ἐλαίας ἐγένου,17 Αλλ' εαν τινες των κλαδων απεκοπησαν, συ δε αγριελαια ουσα ενεκεντρισθης μεταξυ αυτων και εγεινες συγκοινωνος της ριζης και της παχυτητος της ελαιας,
18 μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι οὐ σὺ τὴν ῥίζαν βαστάζεις ἀλλ’ ἡ ῥίζα σέ.18 μη κατακαυχασαι εναντιον των κλαδων? εαν δε κατακαυχασαι, συ δεν βασταζεις την ριζαν, αλλ' η ριζα σε.
19 ἐρεῖς οὖν· ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.19 Θελεις ειπει λοιπον? Απεκοπησαν οι κλαδοι, δια να εγκεντρισθω εγω.
20 καλῶς· τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. μὴ ὑψηλὰ φρόνει ἀλλὰ φοβοῦ·20 Καλως? δια την απιστιαν απεκοπησαν, συ δε δια της πιστεως ιστασαι? μη υψηλοφρονει, αλλα φοβου?
21 εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, [μή πως] οὐδὲ σοῦ φείσεται.21 διοτι εαν ο Θεος δεν εφεισθη τους φυσικους κλαδους, προσεχε μηπως δεν φεισθη μηδε σε.
22 ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας ἀποτομία, ἐπὶ δὲ σὲ χρηστότης θεοῦ, ἐὰν ἐπιμένῃς τῇ χρηστότητι, ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.22 Ιδε λοιπον την χρηστοτητα και την αυστηροτητα του Θεου, επι μεν τους πεσοντας την αυστηροτητα, επι σε δε την χρηστοτητα, εαν επιμεινης εις την χρηστοτητα? διοτι αλλως και συ θελεις αποκοπη.
23 κἀκεῖνοι δέ, ἐὰν μὴ ἐπιμένωσιν τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται· δυνατὸς γάρ ἐστιν ὁ θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς.23 Και εκεινοι δε, εαν δεν επιμεινωσιν εις την απιστιαν, θελουσιν εγκεντρισθη? διοτι δυνατος ειναι ο Θεος παλιν να εγκεντριση αυτους.
24 εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι οἱ κατὰ φύσιν ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ.24 Επειδη εαν συ απεκοπης απο της φυσικης αγριελαιας και παρα φυσιν ενεκεντρισθης εις καλλιελαιαν, ποσω μαλλον ουτοι οι φυσικοι θελουσιν εγκεντρισθη εις την ιδιαν αυτων ελαιαν.
25 Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο, ἵνα μὴ ἦτε [παρ’] ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρι οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ25 Διοτι δεν θελω να αγνοητε, αδελφοι, το μυστηριον τουτο, δια να μη υψηλοφρονητε, οτι τυφλωσις κατα μερος εγεινεν εις τον Ισραηλ, εωσου εισελθη το πληρωμα των εθνων,
26 καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται·
ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος,
ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ.
26 και ουτω πας ο Ισραηλ θελει σωθη, καθως ειναι γεγραμμενον? Θελει ελθει εκ Σιων ο λυτρωτης και θελει αποστρεψει τας ασεβειας απο του Ιακωβ?
27 καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη,
ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.
27 Και αυτη ειναι η παρ' εμου διαθηκη προς αυτους, Οταν αφαιρεσω τας αμαρτιας αυτων.
28 κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι’ ὑμᾶς, κατὰ δὲ τὴν ἐκλογὴν ἀγαπητοὶ διὰ τοὺς πατέρας·28 Κατα μεν το ευαγγελιον, ειναι εχθροι δια σας, κατα δε την εκλογην αγαπητοι δια τους πατερας.
29 ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ θεοῦ.29 Διοτι ανεπιδεκτα μεταμελειας ειναι τα χαρισματα και η προσκλησις του Θεου.
30 ὥσπερ γὰρ ὑμεῖς ποτε ἠπειθήσατε τῷ θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,30 Διοτι καθως και σεις ηπειθησατε ποτε εις τον Θεον, τωρα ομως ηλεηθητε εν τη απειθεια τουτων,
31 οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ [νῦν] ἐλεηθῶσιν.31 ουτω και ουτοι ηπειθησαν τωρα εν τω υμετερω ελεει, δια να ελεηθωσι και αυτοι?
32 συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.32 διοτι ο Θεος συνεκλεισε τους παντας εις την απειθειαν, δια να ελεηση τους παντας.
33 Ὦ βάθος πλούτου
καὶ σοφίας καὶ γνώσεως θεοῦ·
ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ
καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.
33 Ω βαθος πλουτου και σοφιας και γνωσεως Θεου. Ποσον ανεξερευνητοι ειναι αι κρισεις αυτου και ανεξιχνιαστοι αι οδοι αυτου.
34 τίς γὰρ ἔγνω νοῦν κυρίου;
ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
34 Διοτι τις εγνωρισε τον νουν του Κυριου; η τις εγεινε συμβουλος αυτου;
35 ἢ τίς προέδωκεν αὐτῷ,
καὶ ἀνταποδοθήσεται αὐτῷ;
35 η τις εδωκε τι πρωτος εις αυτον, δια να γεινη εις αυτον ανταποδοσις;
36 ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα·
αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.
36 Επειδη εξ αυτου και δι' αυτου και εις αυτον ειναι τα παντα. Αυτω, η δοξα εις τους αιωνας. Αμην.