Scrutatio

Mercoledi, 8 maggio 2024 - Madonna del Rosario di Pompei ( Letture di oggi)

Atti degli Apostoli - Acts 8


font
LXXGREEK BIBLE
1 Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.
Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις, πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων.
1 Ο δε Σαυλος ητο συμφωνος εις τον φονον αυτου. Και εγεινεν εν εκεινη τη ημερα διωγμος μεγας κατα της εκκλησιας της εν Ιεροσολυμοις και παντες διεσπαρησαν εις τους τοπους της Ιουδαιας και Σαμαρειας, πλην των αποστολων.
2 συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ’ αὐτῷ.2 Εφεραν δε τον Στεφανον εις τον ταφον ανδρες ευλαβεις και εκαμον θρηνον μεγαν επ' αυτον.
3 Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.3 Ο δε Σαυλος εκακοποιει την εκκλησιαν, εμβαινων εις πασαν οικιαν και συρων ανδρας και γυναικας, παρεδιδεν εις την φυλακην.
4 Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον.4 Οι μεν λοιπον διασπαρεντες διηλθον ευαγγελιζομενοι τον λογον.
5 Φίλιππος δὲ κατελθὼν εἰς [τὴν] πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν.5 Ο δε Φιλιππος, καταβας εις την πολιν της Σαμαρειας, εκηρυττεν εις αυτους τον Χριστον.
6 προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.6 Και οι οχλοι προσειχον ομοθυμαδον εις τα λεγομενα υπο του Φιλιππου, ακουοντες και βλεποντες τα θαυματα, τα οποια εκαμνε.
7 πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν·7 Διοτι εκ πολλων εχοντων πνευματα ακαθαρτα εξηρχοντο αυτα φωναζοντα μετα μεγαλης φωνης, και πολλοι παραλυτικοι και χωλοι εθεραπευθησαν,
8 ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τῇ πόλει ἐκείνῃ.8 και εγεινε χαρα μεγαλη εν εκεινη τη πολει.
9 Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν,9 Ανθρωπος δε τις Σιμων ονομαζομενος προυπηρχεν εν τη πολει, καμνων μαγειας και εκπληττων τον λαον της Σαμαρειας, λεγων εαυτον οτι ειναι μεγας τις?
10 ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· οὗτός ἐστιν ἡ δύναμις τοῦ θεοῦ ἡ καλουμένη μεγάλη.10 εις τον οποιον εδιδον προσοχην παντες απο μικρου εως μεγαλου, λεγοντες? Ουτος ειναι η δυναμις του Θεου η μεγαλη.
11 προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς.11 Εδιδον δε προσοχην εις αυτον, διοτι ειχεν εκπληξει αυτους πολυν καιρον με τας μαγειας.
12 ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.12 Οτε ομως επιστευσαν εις τον Φιλιππον ευαγγελιζομενον τα περι της βασιλειας του Θεου και του ονοματος του Ιησου Χριστου, εβαπτιζοντο ανδρες τε και γυναικες.
13 ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο.13 Ο δε Σιμων και αυτος επιστευσε, και βαπτισθεις εμενε παντοτε μετα του Φιλιππου, και θεωρων σημεια και θαυματα μεγαλα γινομενα εξεπληττετο.
14 Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ Ἰωάννην,14 Ακουσαντες δε οι αποστολοι οι εν Ιεροσολυμοις οτι η Σαμαρεια εδεχθη τον λογον του Θεου, απεστειλαν προς αυτους τον Πετρον και Ιωαννην?
15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον·15 Οιτινες καταβαντες προσηυχηθησαν περι αυτων δια να λαβωσι Πνευμα Αγιον?
16 οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ.16 διοτι δεν ειχεν ετι επιπεσει επ' ουδενα εξ αυτων, αλλα μονον ησαν βεβαπτισμενοι εις το ονομα του Κυριου Ιησου.
17 τότε ἐπετίθεσαν τὰς χεῖρας ἐπ’ αὐτοὺς καὶ ἐλάμβανον πνεῦμα ἅγιον.17 Τοτε επεθετον τας χειρας επ' αυτους, και ελαμβανον Πνευμα Αγιον.
18 Ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ πνεῦμα, προσήνεγκεν αὐτοῖς χρήματα18 Ιδων δε ο Σιμων οτι δια της επιθεσεως των χειρων των αποστολων διδεται το Πνευμα το Αγιον, προσεφερεν εις αυτους χρηματα,
19 λέγων· δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον.19 λεγων? Δοτε και εις εμε την εξουσιαν ταυτην, ωστε εις οντινα επιθεσω τας χειρας να λαμβανη Πνευμα Αγιον.
20 Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι·20 Και ο Πετρος ειπε προς αυτον? το αργυριον σου ας ηναι μετα σου εις απωλειαν, διοτι ενομισας οτι η δωρεα του Θεου αποκταται δια χρηματων.
21 οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ θεοῦ.21 Συ δεν εχεις μεριδα ουδε κληρον εν τω λογω τουτω? διοτι η καρδια σου δεν ειναι ευθεια ενωπιον του Θεου.
22 μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου,22 Μετανοησον λοιπον απο της κακιας σου ταυτης και δεηθητι του Θεου, ισως συγχωρηθη εις σε η επινοια της καρδιας σου?
23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.23 επειδη σε βλεπω οτι εισαι εις χολην πικριας και δεσμον αδικιας.
24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπεν· δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ’ ἐμὲ ὧν εἰρήκατε.24 Αποκριθεις δε ο Σιμων, ειπε? Δεηθητε σεις υπερ εμου προς τον Κυριον, δια να μη ελθη επ' εμε μηδεν εξ οσων ειπετε.
25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου ὑπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαριτῶν εὐηγγελίζοντο.25 Εκεινοι λοιπον, αφου εμαρτυρησαν και ελαλησαν τον λογον του Κυριου, υπεστρεψαν εις Ιερουσαλημ, κηρυξαντες το ευαγγελιον και εν πολλαις κωμαις των Σαμαρειτων.
26 Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν, αὕτη ἐστὶν ἔρημος.26 Αγγελος δε Κυριου ελαλησε προς τον Φιλιππον, λεγων? Σηκωθητι και υπαγε προς μεσημβριαν εις την οδον την καταβαινουσαν απο Ιερουσαλημ εις Γαζαν? αυτη ειναι ερημος.
27 καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ,27 Και σηκωθεις υπηγε. Και ιδου, ανθρωπος Αιθιοψ ευνουχος, αρχων της Κανδακης της βασιλισσης των Αιθιοπων, οστις ητο επι παντων των θησαυρων αυτης, ουτος ειχεν ελθει δια να προσκυνηση εις Ιερουσαλημ,
28 ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν.28 και υπεστρεφε και καθημενος επι της αμαξης αυτου, ανεγινωσκε τον προφητην Ησαιαν.
29 εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ.29 Ειπε δε το Πνευμα προς τον Φιλιππον? Πλησιασον και προσκολληθητι εις την αμαξαν ταυτην.
30 προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαΐαν τὸν προφήτην καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις;30 Και ο Φιλιππος εδραμε πλησιον και ηκουσεν αυτον αναγινωσκοντα τον προφητην Ησαιαν και ειπεν? Αρα γε γινωσκεις α αναγινωσκεις;
31 ὁ δὲ εἶπεν· πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.31 Ο δε ειπε? Και πως ηθελον δυνηθη, εαν δεν με οδηγηση τις; Και παρεκαλεσε τον Φιλιππον να αναβη και να καθηση μετ' αυτου.
32 ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη·
ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη
καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος,
οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
32 Το δε χωριον της γραφης, το οποιον ανεγινωσκεν, ητο τουτο. Εφερθη ως προβατον επι σφαγην? και ως αρνιον εμπροσθεν του κειροντος αυτο αφωνον, ουτω δεν ανοιγει το στομα αυτου.
33 Ἐν τῇ ταπεινώσει [αὐτοῦ] ἡ κρίσις αὐτοῦ ἤρθη·
τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;
ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ.
33 Εν τη ταπεινωσει αυτου αφηρεθη η κρισις αυτου? την δε γενεαν αυτου τις θελει διηγηθη; διοτι σηκονεται απο της γης η ζωη αυτου.
34 ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός;34 Αποκριθεις δε ο ευνουχος προς τον Φιλιππον, ειπε? Παρακαλω σε, περι τινος λεγει τουτο ο προφητης; περι εαυτου περι αλλου τινος;
35 ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν.35 Και ανοιξας ο Φιλιππος το στομα αυτου και αρχισας απο της γραφης ταυτης, ευηγγελισατο εις αυτον τον Ιησουν.
36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ, τί κωλύει με βαπτισθῆναι;36 Και καθως εξηκολουθουν την οδον, ηλθον εις το υδωρ, και λεγει ο ευνουχος? Ιδου υδωρ? τι με εμποδιζει να βαπτισθω;
37 Και ο Φιλιππος ειπεν? Εαν πιστευης εξ ολης της καρδιας, δυνασαι. Και αποκριθεις ειπε? Πιστευω οτι ο Ιησους Χριστος ειναι ο Υιος του Θεου.
38 καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν.38 Και προσεταξε να σταθη η αμαξα, και κατεβησαν αμφοτεροι εις το υδωρ, ο Φιλιππος και ο ευνουχος, και εβαπτισεν αυτον.
39 ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων.39 Οτε δε ανεβησαν εκ του υδατος, Πνευμα Κυριου ηρπασε τον Φιλιππον, και δεν ειδεν αυτον πλεον ο ευνουχος? αλλ' επορευετο την οδον αυτου χαιρων.
40 Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον· καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.40 Ο δε Φιλιππος ευρεθη εις Αζωτον, και διερχομενος εκηρυττεν εις πασας τας πολεις, εωσου ηλθεν εις Καισαρειαν.