Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Atti degli Apostoli - Acts 18


font
LXXGREEK BIBLE
1 Μετὰ ταῦτα χωρισθεὶς ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.1 Μετα δε ταυτα αναχωρησας ο Παυλος εκ των Αθηνων, ηλθεν εις Κορινθον?
2 καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, διὰ τὸ διατεταχέναι Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς2 και ευρων τινα Ιουδαιον ονοματι Ακυλαν, γεγεννημενον εν Ποντω, νεωστι ελθοντα απο της Ιταλιας, και Πρισκιλλαν την γυναικα αυτου, διοτι ο Κλαυδιος ειχε διαταξει να αναχωρησωσι παντες οι Ιουδαιοι εκ της Ρωμης, προσηλθε προς αυτους,
3 καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρ’ αὐτοῖς, καὶ ἠργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ τῇ τέχνῃ.3 και επειδη ητο ομοτεχνος, εμενε παρ' αυτοις και ειργαζετο? διοτι ησαν σκηνοποιοι την τεχνην.
4 Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.4 Διελεγετο δε εν τη συναγωγη κατα παν σαββατον και επειθεν Ιουδαιους και Ελληνας.
5 Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ λόγῳ ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις εἶναι τὸν χριστὸν Ἰησοῦν.5 Οτε δε κατεβησαν απο της Μακεδονιας ο τε Σιλας και ο Τιμοθεος, ο Παυλος συνεσφιγγετο κατα το πνευμα διαμαρτυρομενος προς τους Ιουδαιους οτι ο Ιησους ειναι ο Χριστος.
6 ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγὼ ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.6 Και επειδη αυτοι ηναντιουντο και εβλασφημουν, εκτιναξας τα ιματια αυτου ειπε προς αυτους? το αιμα σας επι την κεφαλην σας? εγω ειμαι καθαρος? απο του νυν θελω υπαγει εις τα εθνη.
7 καὶ μεταβὰς ἐκεῖθεν εἰσῆλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Τιτίου Ἰούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.7 Και μεταβας εκειθεν ηλθεν εις την οικιαν τινος ονομαζομενου Ιουστου, οστις εσεβετο τον Θεον, του οποιου η οικια συνειχετο με την συναγωγην.
8 Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.8 Κρισπος δε ο αρχισυναγωγος επιστευσεν εις τον Κυριον μεθ' ολου του οικου αυτου, και πολλοι των Κορινθιων ακουοντες επιστευον και εβαπτιζοντο.
9 Εἶπεν δὲ ὁ κύριος ἐν νυκτὶ δι’ ὁράματος τῷ Παύλῳ· μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,9 Και ο Κυριος ειπεν εν νυκτι προς τον Παυλον δι' οραματος? Μη φοβου, αλλα ομιλει και μη σιωπησης,
10 διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.10 διοτι εγω ειμαι μετα σου, και ουδεις θελει επιβαλει χειρα επι σε δια να σε κακοποιηση, διοτι εχω λαον πολυν εν τη πολει ταυτη.
11 Ἐκάθισεν δὲ ἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.11 Και εκαθησεν εκει εν ετος και μηνας εξ, διδασκων μεταξυ αυτων τον λογον του Θεου.
12 Γαλλίωνος δὲ ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα12 Οτε δε ο Γαλλιων ητο ανθυπατος της Αχαιας, οι Ιουδαιοι εσηκωθησαν ομοθυμαδον κατα του Παυλου και εφεραν αυτον εις το δικαστηριον,
13 λέγοντες ὅτι παρὰ τὸν νόμον ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.13 λεγοντες οτι ουτος πειθει τους ανθρωπους να λατρευωσι τον Θεον παρα τον νομον.
14 μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν,14 Και οτε εμελλεν ο Παυλος να ανοιξη το στομα, ειπεν ο Γαλλιων προς τους Ιουδαιους? Εαν μεν ητο τι αδικημα η ραδιουργημα πονηρον, ω Ιουδαιοι, ευλογως ηθελον σας υποφερει?
15 εἰ δὲ ζητήματά ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ’ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ἐγὼ τούτων οὐ βούλομαι εἶναι.15 εαν δε ηναι ζητημα περι λεξεων και ονοματων και του νομου υμων, θεωρησατε σεις? διοτι εγω κριτης τουτων δεν θελω να γεινω.
16 καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.16 Και απεδιωξεν αυτους απο του δικαστηριου.
17 ἐπιλαβόμενοι δὲ πάντες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελεν.17 Πιασαντες δε παντες οι Ελληνες Σωσθενην τον αρχισυναγωγον, ετυπτον εμπροσθεν του δικαστηριου? και παντελως δεν εμελε τον Γαλλιωνα περι τουτων.
18 Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ἐν Κεγχρεαῖς τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν.18 Ο δε Παυλος, αφου προσεμεινεν ετι ημερας ικανας, αποχαιρετησας τους αδελφους, εξεπλευσεν εις την Συριαν, και μετ' αυτου η Πρισκιλλα και ο Ακυλας, αφου εξυρισε την κεφαλην εν Κεγχρεαις? διοτι ειχεν ευχην.
19 κατήντησαν δὲ εἰς Ἔφεσον κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν διελέξατο τοῖς Ἰουδαίοις.19 Και κατηντησεν εις Εφεσον, και αφηκεν εκεινους αυτου, αυτος δε εισελθων εις την συναγωγην, συνδιελεχθη μετα των Ιουδαιων.
20 ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι οὐκ ἐπένευσεν,20 Και παρακαλουμενος υπ' αυτων να μεινη πλειοτερον καιρον παρ' αυτοις, δεν συγκατενευσεν,
21 ἀλλ’ ἀποταξάμενος καὶ εἰπών· πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος, ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,21 αλλα απεχαιρετησεν αυτους ειπων? Πρεπει εξαπαντος να καμω την ερχομενην εορτην εις Ιεροσολυμα, θελω δε επιστρεψει παλιν προς εσας, του Θεου θελοντος. Και απεπλευσεν απο της Εφεσου,
22 καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν κατέβη εἰς Ἀντιόχειαν.22 και αποβας εις Καισαρειαν, ανεβη εις Ιερουσαλημ, και χαιρετησας την εκκλησιαν κατεβη εις Αντιοχειαν,
23 Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς.23 και διατριψας καιρον τινα, εξηλθε και διηρχετο κατα σειραν την γην της Γαλατιας και την Φρυγιαν, επιστηριζων παντας τους μαθητας.
24 Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.24 Ιουδαιος δε τις ονοματι Απολλως, Αλεξανδρευς το γενος, ανηρ λογιος, κατηντησεν εις Εφεσον, οστις ητο δυνατος εν ταις γραφαις.
25 οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Ἰησοῦ, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου·25 Ουτος ητο κατηχημενος την οδον του Κυριου, και ζεων κατα το πνευμα, ελαλει και εδιδασκεν ακριβως τα περι του Κυριου, γινωσκων μονον το βαπτισμα του Ιωαννου.
26 οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. ἀκούσαντες δὲ αὐτοῦ Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν [τοῦ θεοῦ].26 Και ουτος ηρχισε να λαλη μετα παρρησιας εν τη συναγωγη. Ακουσαντες δε αυτον ο Ακυλας και Πρισκιλλα, παρελαβον αυτον και εξεθεσαν εις αυτον ακριβεστερα την οδον του Θεου.
27 βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν, ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·27 Επειδη δε ηθελε να περαση εις την Αχαιαν, οι αδελφοι εγραψαν προς τους μαθητας, προτρεποντες να δεχθωσιν αυτον? οστις ελθων, ωφελησε πολυ τους πιστευσαντας δια της χαριτος?
28 εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.28 διοτι εντονως εξηλεγχε τους Ιουδαιους, δημοσια αποδεικνυων δια των γραφων οτι ο Ιησους ειναι ο Χριστος.