Scrutatio

Venerdi, 10 maggio 2024 - San Giobbe ( Letture di oggi)

Vangelo secondo Giovanni - John 13


font
LXXGREEK BIBLE
1 Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα, ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς.1 Προ δε της εορτης του πασχα εξευρων ο Ιησους οτι ηλθεν η ωρα αυτου δια να μεταβη εκ του κοσμου τουτου προς τον Πατερα, αγαπησας τους ιδικους του τους εν τω κοσμω, μεχρι τελους ηγαπησεν αυτους.
2 Καὶ δείπνου γινομένου, τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου,2 Και αφου εγεινε δειπνος, ο δε διαβολος ειχεν ηδη βαλει εις την καρδιαν του Ιουδα Σιμωνος του Ισκαριωτου να παραδωση αυτον,
3 εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει,3 εξευρων ο Ιησους οτι παντα εδωκεν εις αυτον ο Πατηρ εις τας χειρας, και οτι απο του Θεου εξηλθε και προς τον Θεον υπαγει,
4 ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν·4 εγειρεται εκ του δειπνου και εκδυεται τα ιματια αυτου, και λαβων προσοψιον διεζωσθη?
5 εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος.5 επειτα βαλλει υδωρ εις τον νιπτηρα, και ηρχισε να νιπτη τους ποδας των μαθητων και να σπογγιζη με το προσοψιον, με το οποιον ητο διεζωσμενος.
6 Ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον· λέγει αὐτῷ· κύριε, σύ μου νίπτεις τοὺς πόδας;6 Ερχεται λοιπον προς τον Σιμωνα Πετρον, και λεγει προς αυτον εκεινος? Κυριε, συ μου νιπτεις τους ποδας;
7 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι, γνώσῃ δὲ μετὰ ταῦτα.7 Απεκριθη ο Ιησους και ειπε προς αυτον? Εκεινο, το οποιον εγω καμνω, συ δεν εξευρεις τωρα, θελεις ομως γνωρισει μετα ταυτα.
8 λέγει αὐτῷ Πέτρος· οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα. ἀπεκρίθη Ἰησοῦς αὐτῷ· ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ.8 Λεγει προς αυτον ο Πετρος? Δεν θελεις νιψει τους ποδας μου εις τον αιωνα. Απεκριθη προς αυτον ο Ιησους? Εαν δεν σε νιψω, δεν εχεις μερος μετ' εμου.
9 λέγει αὐτῷ Σίμων Πέτρος· κύριε, μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.9 Λεγει προς αυτον ο Σιμων Πετρος? Κυριε, μη τους ποδας μου μονον, αλλα και τας χειρας και την κεφαλην.
10 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι, ἀλλ’ ἔστιν καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε, ἀλλ’ οὐχὶ πάντες.10 Λεγει προς αυτον ο Ιησους? Ο λελουμενος δεν εχει χρειαν ειμη τους ποδας να νιφθη, αλλ' ειναι ολος καθαρος? και σεις εισθε καθαροι, αλλ' ουχι παντες.
11 ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν· διὰ τοῦτο εἶπεν ὅτι οὐχὶ πάντες καθαροί ἐστε.11 Διοτι ηξευρεν εκεινον, οστις εμελλε να παραδωση αυτον? δια τουτο ειπε? Δεν εισθε παντες καθαροι.
12 Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν [καὶ] ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν πάλιν, εἶπεν αὐτοῖς· γινώσκετε τί πεποίηκα ὑμῖν;12 Αφου λοιπον ενιψε τους ποδας αυτων και ελαβε τα ιματια αυτου, καθησας παλιν ειπε προς αυτους? Εξευρετε τι εκαμον εις εσας;
13 ὑμεῖς φωνεῖτέ με· ὁ διδάσκαλος, καί· ὁ κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γάρ.13 Σεις με φωναζετε, Ο Διδασκαλος και ο Κυριος, και καλως λεγετε, διοτι ειμαι.
14 εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος, καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας·14 Εαν λοιπον εγω, ο Κυριος και ο Διδασκαλος, σας ενιψα τους ποδας, και σεις χρεωστειτε να νιπτητε τους ποδας αλληλων.
15 ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε.15 Διοτι παραδειγμα εδωκα εις εσας, δια να καμνητε και σεις, καθως εγω εκαμον εις εσας.
16 ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν.16 Αληθως, αληθως σας λεγω, δεν ειναι δουλος ανωτερος του κυριου αυτου, ουδε αποστολος ανωτερος του πεμψαντος αυτον.
17 εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά.17 Εαν εξευρητε ταυτα, μακαριοι εισθε εαν καμνητε αυτα.
18 Οὐ περὶ πάντων ὑμῶν λέγω· ἐγὼ οἶδα τίνας ἐξελεξάμην· ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ· ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ.18 Δεν λεγω τουτο περι παντων υμων? εγω εξευρω ποιους εξελεξα? αλλα δια να πληρωθη η γραφη, Ο τρωγων μετ' εμου τον αρτον εσηκωσεν επ' εμε την πτερναν αυτου.
19 ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι.19 Απο του νυν σας λεγω τουτο πριν γεινη, δια να πιστευσητε οταν γεινη, οτι εγω ειμαι.
20 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει, ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με.20 Αληθως, αληθως σας λεγω, οστις δεχεται οντινα πεμψω, εμε δεχεται, και οστις δεχεται, εμε δεχεται τον πεμψαντα με.
21 Ταῦτα εἰπὼν [ὁ] Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.21 Αφου ειπε ταυτα ο Ιησους, εταραχθη την ψυχην και εμαρτυρησε και ειπεν? Αληθως, αληθως σας λεγω οτι εις εξ υμων θελει με παραδωσει.
22 ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει.22 Εβλεπον λοιπον εις αλληλους οι μαθηται, απορουντες περι τινος λεγει.
23 ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ, ὃν ἠγάπα ὁ Ἰησοῦς.23 Εκαθητο δε κεκλιμενος εις τον κολπον του Ιησου εις των μαθητων αυτου, τον οποιον ηγαπα ο Ιησους.
24 νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει.24 Νευει λοιπον προς τουτον ο Σιμων Πετρος δια να ερωτηση τις ειναι εκεινος, περι του οποιου λεγει.
25 ἀναπεσὼν οὖν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ· κύριε, τίς ἐστιν;25 Και πεσων εκεινος επι το στηθος του Ιησου, λεγει προς αυτον? Κυριε, τις ειναι;
26 ἀποκρίνεται [ὁ] Ἰησοῦς· ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ. βάψας οὖν τὸ ψωμίον [λαμβάνει καὶ] δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου.26 Αποκρινεται ο Ιησους? Εκεινος ειναι, εις τον οποιον εγω βαψας το ψωμιον θελω δωσει. Και εμβαψας το ψωμιον διδει εις τον Ιουδαν Σιμωνος τον Ισκαριωτην.
27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ σατανᾶς. λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς· ὃ ποιεῖς ποίησον τάχιον.27 Και μετα το ψωμιον τοτε εισηλθεν εις εκεινον ο Σατανας. Λεγει λοιπον προς αυτον ο Ιησους? Ο, τι καμνεις, καμε ταχυτερον.
28 τοῦτο [δὲ] οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ·28 Τουτο ομως ουδεις των καθημενων ενοησε προς τι ειπε προς αυτον.
29 τινὲς γὰρ ἐδόκουν, ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας, ὅτι λέγει αὐτῷ [ὁ] Ἰησοῦς· ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν, ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ.29 Διοτι τινες ενομιζον, επειδη ο Ιουδας ειχε το γλωσσοκομον, οτι λεγει προς αυτον ο Ιησους, Αγορασον οσων εχομεν χρειαν δια την εορτην, η να δωση τι εις τους πτωχους.
30 λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς. ἦν δὲ νύξ.30 Λαβων λοιπον εκεινος το ψωμιον, εξηλθεν ευθυς? ητο δε νυξ.
31 Ὅτε οὖν ἐξῆλθεν, λέγει Ἰησοῦς· νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ·31 Οτε λοιπον εξηλθε, λεγει ο Ιησους? Τωρα εδοξασθη ο Υιος του ανθρωπου, και ο Θεος εδοξασθη εν αυτω.
32 [εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ], καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὐτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.32 Εαν ο Θεος εδοξασθη εν αυτω, και ο Θεος θελει δοξασει αυτον εν εαυτω και ευθυς θελει δοξασει αυτον.
33 τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.33 Τεκνια, ετι ολιγον ειμαι μεθ' υμων. Θελετε με ζητησει, και καθως ειπον προς τους Ιουδαιους οτι οπου υπαγω εγω, σεις δεν δυνασθε να ελθητε, και προς εσας λεγω τωρα.
34 Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.34 Εντολην καινην σας διδω, να αγαπατε αλληλους, καθως εγω σας ηγαπησα και σεις να αγαπατε αλληλους.
35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.35 Εκ τουτου θελουσι γνωρισει παντες οτι εισθε μαθηται μου, εαν εχητε αγαπην προς αλληλους.
36 Λέγει αὐτῷ Σίμων Πέτρος· κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη [αὐτῷ] Ἰησοῦς· ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ἀκολουθήσεις δὲ ὕστερον.36 Λεγει προς αυτον ο Σιμων Πετρος? Κυριε, που υπαγεις; Απεκριθη εις αυτον ο Ιησους? Οπου υπαγω, δεν δυνασαι τωρα να με ακολουθησης, υστερον ομως θελεις με ακολουθησει.
37 λέγει αὐτῷ ὁ Πέτρος· κύριε, διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.37 Λεγει προς αυτον ο Πετρος? Κυριε, διατι δεν δυναμαι να σε ακολουθησω τωρα; την ψυχην μου θελω βαλει υπερ σου.
38 ἀποκρίνεται Ἰησοῦς· τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις; ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς.38 Απεκριθη προς αυτον ο Ιησους? Την ψυχην σου θελεις βαλει υπερ εμου; αληθως, αληθως σοι λεγω, δεν θελει φωναξει ο αλεκτωρ, εωσου με απαρνηθης τρις.