Scrutatio

Mercoledi, 8 maggio 2024 - Madonna del Rosario di Pompei ( Letture di oggi)

Vangelo secondo Giovanni - John 1


font
LXXGREEK BIBLE
1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.1 Εν αρχη ητο ο Λογος, και ο Λογος ητο παρα τω Θεω, και Θεος ητο ο Λογος.
2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.2 Ουτος ητο εν αρχη παρα τω Θεω.
3 πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ὃ γέγονεν3 Παντα δι' αυτου εγειναν, και χωρις αυτου δεν εγεινεν ουδε εν, το οποιον εγεινεν.
4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·4 Εν αυτω ητο ζωη, και η ζωη ητο το φως των ανθρωπων.
5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.5 Και το φως εν τη σκοτια φεγγει και η σκοτια δεν κατελαβεν αυτο.
6 Ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης·6 Υπηρξεν ανθρωπος απεσταλμενος παρα Θεου, ονομαζομενος Ιωαννης?
7 οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι’ αὐτοῦ.7 ουτος ηλθεν εις μαρτυριαν, δια να μαρτυρηση περι του φωτος, δια να πιστευσωσι παντες δι' αυτου.
8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ’ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.8 Δεν ητο εκεινος το φως, αλλα δια να μαρτυρηση περι του φωτος.
9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.9 Ητο το φως το αληθινον, το οποιον φωτιζει παντα ανθρωπον ερχομενον εις τον κοσμον.
10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.10 Ητο εν τω κοσμω, και ο κοσμος εγεινε δι' αυτου, και ο κοσμος δεν εγνωρισεν αυτον.
11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.11 Εις τα ιδια ηλθε, και οι ιδιοι δεν εδεχθησαν αυτον.
12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,12 Οσοι δε εδεχθησαν αυτον, εις αυτους εδωκεν εξουσιαν να γεινωσι τεκνα Θεου, εις τους πιστευοντας εις το ονομα αυτου?
13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν.13 οιτινες ουχι εξ αιματων ουδε εκ θεληματος σαρκος ουδε εκ θεληματος ανδρος, αλλ' εκ Θεου εγεννηθησαν.
14 Καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.14 Και ο Λογος εγεινε σαρξ και κατωκησε μεταξυ ημων, και ειδομεν την δοξαν αυτου, δοξαν ως μονογενους παρα του Πατρος, πληρης χαριτος και αληθειας.
15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν ὃν εἶπον· ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.15 Ο Ιωαννης μαρτυρει περι αυτου και εφωναξε, λεγων? Ουτος ητο περι ου ειπον, Ο οπισω μου ερχομενος ειναι ανωτερος μου, διοτι ητο προτερος μου.
16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος·16 Και παντες ημεις ελαβομεν εκ του πληρωματος αυτου και χαριν αντι χαριτος?
17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.17 διοτι και ο νομος εδοθη δια του Μωυσεως? η δε χαρις και αληθεια εγεινε δια Ιησου Χριστου.
18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο.18 Ουδεις ειδε ποτε τον Θεον? ο μονογενης Υιος, ο ων εις τον κολπον του Πατρος, εκεινος εφανερωσεν αυτον.
19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν [πρὸς αὐτὸν] οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ;19 Και αυτη ειναι η μαρτυρια του Ιωαννου, οτε απεστειλαν οι Ιουδαιοι εξ Ιεροσολυμων ιερεις και Λευιτας δια να ερωτησωσιν αυτον? Συ τις εισαι;
20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.20 Και ωμολογησε και δεν ηρνηθη? και ωμολογησεν οτι δεν ειμαι εγω ο Χριστος.
21 καὶ ἠρώτησαν αὐτόν· τί οὖν; σὺ Ἠλίας εἶ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· οὔ.21 Και ηρωτησαν αυτον? Τι λοιπον; Ηλιας εισαι συ; και λεγει, δεν ειμαι. Ο προφητης εισαι συ; και απεκριθη, Ουχι.
22 εἶπαν οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;22 Ειπον λοιπον προς αυτον? Τις εισαι; δια να δωσωμεν αποκρισιν εις τους αποστειλαντας ημας? τι λεγεις περι σεαυτου;
23 ἔφη·
ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·
εὐθύνατε τὴν ὁδὸν κυρίου,
καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
23 Απεκριθη? Εγω ειμαι φωνη βοωντος εν τη ερημω, ευθυνατε την οδον του Κυριου, καθως ειπεν Ησαιας ο προφητης.
24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.24 Οι δε απεσταλμενοι ησαν εκ των Φαρισαιων?
25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης;25 και ηρωτησαν αυτον και ειπον προς αυτον? Δια τι λοιπον βαπτιζεις, εαν συ δεν εισαι ο Χριστος ουτε ο Ηλιας ουτε ο προφητης;
26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε,26 Απεκριθη προς αυτους ο Ιωαννης λεγων? Εγω βαπτιζω εν υδατι? εν μεσω δε υμων ισταται εκεινος, τον οποιον σεις δεν γνωριζετε?
27 ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ [ἐγὼ] ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.27 αυτος ειναι ο οπισω μου ερχομενος, οστις ειναι ανωτερος μου, του οποιου εγω δεν ειμαι αξιος να λυσω το λωριον του υποδηματος αυτου.
28 ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων.28 Ταυτα εγειναν εν Βηθαβαρα περαν του Ιορδανου, οπου ητο ο Ιωαννης βαπτιζων.
29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.29 Τη επαυριον βλεπει ο Ιωαννης τον Ιησουν ερχομενον προς αυτον και λεγει? Ιδου, ο Αμνος του Θεου ο αιρων την αμαρτιαν του κοσμου.
30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.30 Ουτος ειναι περι ου εγω ειπον? Οπισω μου ερχεται ανηρ, οστις ειναι ανωτερος μου, διοτι ητο προτερος μου.
31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραὴλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.31 Και εγω δεν εγνωριζον αυτον, αλλα δια να φανερωθη εις τον Ισραηλ, δια τουτο ηλθον εγω βαπτιζων εν τω υδατι.
32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ’ αὐτόν.32 Και εμαρτυρησεν ο Ιωαννης, λεγων οτι Ειδον το Πνευμα καταβαινον ως περιστεραν εξ ουρανου και εμεινεν επ' αυτον.
33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ’ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ.33 Και εγω δεν εγνωριζον αυτον? αλλ' ο πεμψας με δια να βαπτιζω εν υδατι εκεινος μοι ειπεν? εις οντινα ιδης το Πνευμα καταβαινον και μενον επ' αυτον, ουτος ειναι ο βαπτιζων εν Πνευματι Αγιω.
34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.34 Και εγω ειδον και εμαρτυρησα, οτι ουτος ειναι ο Υιος του Θεου.
35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο35 Τη επαυριον παλιν ιστατο ο Ιωαννης και δυο εκ των μαθητων αυτου,
36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.36 και εμβλεψας εις τον Ιησουν περιπατουντα, λεγει? Ιδου, ο Αμνος του Θεου.
37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.37 Και ηκουσαν αυτον οι δυο μαθηται λαλουντα και ηκολουθησαν τον Ιησουν.
38 στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· ῥαββί, ὃ λέγεται μεθερμηνευόμενον διδάσκαλε, ποῦ μένεις;38 Στραφεις δε ο Ιησους και ιδων αυτους ακολουθουντας, λεγει προς αυτους? Τι ζητειτε; Οι δε ειπον προς αυτον, Ραββι, το οποιον ερμηνευομενον λεγεται, Διδασκαλε, που μενεις;
39 λέγει αὐτοῖς· ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη.39 Λεγει προς αυτους? Ελθετε και ιδετε, ηλθον και ειδον που μενει, και εμειναν παρ' αυτω την ημεραν εκεινην? η δε ωρα ητο ως δεκατη.
40 Ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ·40 Ητο Ανδρεας ο αδελφος του Σιμωνος Πετρου εις εκ των δυο, οιτινες ηκουσαν περι αυτου παρα του Ιωαννου και ηκολουθησαν αυτον.
41 εὑρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστιν μεθερμηνευόμενον χριστός.41 Ουτος πρωτος ευρισκει τον εαυτου αδελφον Σιμωνα και λεγει προς αυτον. Ευρηκαμεν τον Μεσσιαν, το οποιον μεθερμηνευομενον ειναι ο Χριστος.
42 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ ὁ Ἰησοῦς εἶπεν· σὺ εἶ Σίμων ὁ υἱὸς Ἰωάννου, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.42 Και εφερεν αυτον προς τον Ιησουν. Εμβλεψας δε εις αυτον ο Ιησους ειπε? Συ εισαι Σιμων, ο υιος του Ιωνα? συ θελεις ονομασθη Κηφας, το οποιον ερμηνευεται Πετρος.
43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι.43 Τη επαυριον ηθελησεν ο Ιησους να εξελθη εις την Γαλιλαιαν? και ευρισκει τον Φιλιππον και λεγει προς αυτον? Ακολουθει μοι.
44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.44 Ητο δε ο Φιλιππος απο Βηθσαιδα, εκ της πολεως Ανδρεου και Πετρου.
45 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.45 Ευρισκει Φιλιππος τον Ναθαναηλ και λεγει προς αυτον? Εκεινον τον οποιον εγραψεν ο Μωυσης εν τω νομω και οι προφηται ευρηκαμεν, Ιησουν τον υιον του Ιωσηφ τον απο Ναζαρετ.
46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ [ὁ] Φίλιππος· ἔρχου καὶ ἴδε.46 Και ειπε προς αυτον ο Ναθαναηλ? Εκ Ναζαρετ δυναται να προελθη τι αγαθον; Λεγει προς αυτον ο Φιλιππος, Ερχου και ιδε.
47 Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.47 Ειδεν ο Ιησους τον Ναθαναηλ ερχομενον προς αυτον και λεγει περι αυτου? Ιδου, αληθως Ισραηλιτης, εις τον οποιον δολος δεν υπαρχει.
48 λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.48 Λεγει προς αυτον ο Ναθαναηλ? Ποθεν με γινωσκεις; Απεκριθη ο Ιησους και ειπε προς αυτον? Πριν ο Φιλιππος σε φωναξη, οντα υποκατω της συκης, ειδον σε.
49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ· ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ βασιλεὺς εἶ τοῦ Ἰσραήλ.49 Απεκριθη ο Ναθαναηλ και λεγει προς αυτον? Ραββι, συ εισαι ο Υιος του Θεου, συ εισαι ο βασιλευς του Ισραηλ.
50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι ὅτι εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ.50 Απεκριθη ο Ιησους και ειπε προς αυτον? Επειδη σοι ειπον? ειδον σε υποκατω της συκης, πιστευεις; μεγαλητερα τουτων θελεις ιδει.
51 καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.51 Και λεγει προς αυτον? Αληθως, αληθως σας λεγω? απο του νυν θελετε ιδει τον ουρανον ανεωγμενον και τους αγγελους του Θεου αναβαινοντας και καταβαινοντας επι τον Υιον του ανθρωπου.