Scrutatio

Domenica, 12 maggio 2024 - Santi Nereo e Achilleo ( Letture di oggi)

Vangelo secondo Luca - Luke 8


font
LXXGREEK BIBLE
1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ καὶ οἱ δώδεκα σὺν αὐτῷ,1 Και μετα ταυτα διηρχετο αυτος πασαν πολιν και κωμην, κηρυττων και ευαγγελιζομενος την βασιλειαν του Θεου, και οι δωδεκα ησαν μετ' αυτου,
2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,2 και γυναικες τινες, αιτινες ησαν τεθεραπευμεναι απο πνευματων πονηρων και ασθενειων, Μαρια η καλουμενη Μαγδαληνη, εκ της οποιας ειχον εκβη επτα δαιμονια,
3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ἐκ τῶν ὑπαρχόντων αὐταῖς.3 και Ιωαννα η γυνη του Χουζα, επιτροπου του Ηρωδου, και Σουσαννα και αλλαι πολλαι, αιτινες διηκονουν αυτον απο των υπαρχοντων αυτων.
4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς·4 Επειδη δε συνετρεχεν οχλος πολυς και ηρχοντο προς αυτον απο πασης πολεως, ειπε δια παραβολης?
5 ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδὸν καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.5 Εξηλθεν ο σπειρων, δια να σπειρη τον σπορον αυτου. Και ενω εσπειρεν, αλλο μεν επεσε παρα την οδον και κατεπατηθη, και τα πετεινα του ουρανου κατεφαγον αυτο?
6 καὶ ἕτερον κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.6 αλλο δε επεσεν επι την πετραν και αναφυεν εξηρανθη, διοτι δεν ειχεν ικμαδα?
7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.7 και αλλο επεσεν εις το μεσον των ακανθων, και συμφυτρωσασαι αι ακανθαι απεπνιξαν αυτο?
8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθὴν καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.8 και αλλο επεσεν επι την γην την αγαθην, και αναφυεν εκαμε καρπον εκατονταπλασιονα. Ταυτα λεγων, εφωναζεν? Ο εχων ωτα δια να ακουη, ας ακουη.
9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τίς αὕτη εἴη ἡ παραβολή.9 Ηρωτων δε αυτον οι μαθηται αυτου, λεγοντες? Τι σημαινει η παραβολη αυτη;
10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα
βλέποντες μὴ βλέπωσιν
καὶ ἀκούοντες μὴ συνιῶσιν.
10 Ο δε ειπεν? Εις εσας εδοθη να γνωρισητε τα μυστηρια της βασιλειας του Θεου, εις δε τους λοιπους δια παραβολων, δια να μη βλεπωσιν ενω βλεπουσι και να μη καταλαμβανωσιν ενω ακουουσιν.
11 Ἔστιν δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ.11 Αυτη δε ειναι η παραβολη? Ο σπορος ειναι ο λογος του Θεου?
12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.12 οι δε σπειρομενοι παρα την οδον ειναι οι ακουοντες, επειτα ερχεται ο διαβολος και αφαιρει τον λογον απο της καρδιας αυτων, δια να μη πιστευσωσι και σωθωσιν.
13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.13 Οι δε επι της πετρας ειναι εκεινοι οιτινες, οταν ακουσωσι, μετα χαρας δεχονται τον λογον, και ουτοι ριζαν δεν εχουσιν, οιτινες προς καιρον πιστευουσι και εν καιρω πειρασμου αποστατουσι.
14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν.14 Το δε πεσον εις τας ακανθας, ουτοι ειναι εκεινοι οιτινες ηκουσαν, και υπο μεριμνων και πλουτου και ηδονων του βιου υπαγουσι και συμπνιγονται και δεν τελεσφορουσι.
15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.15 Το δε εις την καλην γην, ουτοι ειναι εκεινοι, οιτινες ακουσαντες τον λογον, κρατουσιν εν καρδια καλη και αγαθη και καρποφορουσιν εν υπομονη.
16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.16 Ουδεις δε λυχνον αναψας, σκεπαζει αυτον με σκευος και θετει υποκατω κλινης, αλλα θετει επι του λυχνοστατου, δια να βλεπωσι το φως οι εισερχομενοι.
17 οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται οὐδὲ ἀπόκρυφον ὃ οὐ μὴ γνωσθῇ καὶ εἰς φανερὸν ἔλθῃ.17 Διοτι δεν υπαρχει κρυπτον, το οποιον δεν θελει γεινει φανερον; ουδε αποκρυφον, το οποιον δεν θελει γεινει γνωστον και ελθει εις το φανερον.
18 Βλέπετε οὖν πῶς ἀκούετε· ὃς ἂν γὰρ ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.18 Προσεχετε λοιπον πως ακουετε? διοτι οστις εχει, θελει δοθη εις αυτον, και οστις δεν εχει, και εκεινο το οποιον νομιζει οτι εχει θελει αφαιρεθη απ' αυτου.
19 Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.19 Ηλθον δε προς αυτον η μητηρ και οι αδελφοι αυτου και δεν ηδυναντο δια τον οχλον να πλησιασωσιν αυτον.
20 ἀπηγγέλη δὲ αὐτῷ· ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν θέλοντές σε.20 Και απηγγελθη προς αυτον υπο τινων λεγοντων? Η μητηρ σου και οι αδελφοι σου ιστανται εξω θελοντες να σε ιδωσιν.
21 ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες.21 Ο δε αποκριθεις ειπε προς αυτους? Μητηρ μου και αδελφοι μου ειναι ουτοι, οι ακουοντες τον λογον του Θεου και πραττοντες αυτον.
22 Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς· διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν.22 Και εν μια των ημερων εισηλθεν εις πλοιον αυτος και οι μαθηται αυτου, και ειπε προς αυτους? Ας διελθωμεν εις το περαν της λιμνης? και εσηκωθησαν.
23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.23 Ενω δε επλεον, απεκοιμηθη. Και κατεβη ανεμοστροβιλος εις την λιμνην, και εγεμιζετο το πλοιον και εκινδυνευον.
24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα. ὁ δὲ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος· καὶ ἐπαύσαντο καὶ ἐγένετο γαλήνη.24 Προσελθοντες δε εξυπνησαν αυτον, λεγοντες? Επιστατα, Επιστατα, χανομεθα. Ο δε σηκωθεις επετιμησε τον ανεμον και την ταραχην του υδατος, και επαυσαν, και εγεινε γαληνη.
25 εἶπεν δὲ αὐτοῖς· ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;25 Ειπε δε προς αυτους, που ειναι η πιστις σας; Και φοβηθεντες εθαυμασαν, λεγοντες προς αλληλους? Τις λοιπον ειναι ουτος, οτι και τους ανεμους προσταζει και το υδωρ, και υπακουουσιν εις αυτον;
26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γερασηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.26 Και κατεπλευσαν εις την χωραν των Γαδαρηνων, ητις ειναι αντιπεραν της Γαλιλαιας.
27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ἔχων δαιμόνια καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν.27 Και καθως εξηλθεν επι την γην, υπηντησεν αυτον ανθρωπος τις εκ της πολεως, οστις ειχε δαιμονια απο χρονων πολλων, και ιματιον δεν ενεδυετο και εν οικια δεν εμενεν, αλλ' εν τοις μνημασιν.
28 ἰδὼν δὲ τὸν Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς.28 Ιδων δε τον Ιησουν, ανεκραξε και προσεπεσεν εις αυτον και μετα φωνης μεγαλης ειπε? Τι ειναι μεταξυ εμου και σου, Ιησου, Υιε του Θεου του Υψιστου; δεομαι σου, μη με βασανισης.
29 παρήγγειλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτὸν καὶ ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαιμονίου εἰς τὰς ἐρήμους.29 Διοτι προσεταξεν εις το πνευμα το ακαθαρτον να εξελθη απο του ανθρωπου. Επειδη προ πολλων χρονων ειχε συναρπασει αυτον, και εδεσμευετο με αλυσεις και εφυλαττετο με ποδοδεσμα και διασπων τα δεσμα, εφερετο υπο του δαιμονος εις τας ερημους.
30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς· τί σοι ὄνομά ἐστιν; ὁ δὲ εἶπεν· λεγιών, ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.30 Και ηρωτησεν αυτον ο Ιησους, λεγων? Τι ειναι το ονομα σου; Ο δε ειπε? Λεγεων? διοτι δαιμονια πολλα εισηλθον εις αυτον?
31 καὶ παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.31 και παρεκαλουν αυτον να μη προσταξη αυτα να απελθωσιν εις την αβυσσον.
32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.32 Ητο δε εκει αγελη χοιρων πολλων βοσκομενων εν τω ορει? και παρεκαλουν αυτον να επιτρεψη εις αυτα να εισελθωσιν εις εκεινους? και επετρεψεν εις αυτα.
33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.33 Εξελθοντα δε τα δαιμονια απο του ανθρωπου, εισηλθον εις τους χοιρους, και ωρμησεν η αγελη κατα του κρημνου εις την λιμνην και απεπνιγη.
34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.34 Ιδοντες δε οι βοσκοι το γενομενον εφυγον, και απελθοντες απηγγειλαν εις την πολιν και εις τους αγρους.
35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.35 Και εξηλθον δια να ιδωσι το γεγονος, και ηλθον προς τον Ιησουν και ευρον τον ανθρωπον, εκ του οποιου ειχον εξελθει τα δαιμονια, καθημενον παρα τους ποδας του Ιησου, ενδεδυμενον και σωφρονουντα? και εφοβηθησαν.
36 ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.36 Διηγηθησαν δε προς αυτους και οι ιδοντες πως εσωθη ο δαιμονιζομενος.
37 καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γερασηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς πλοῖον ὑπέστρεψεν.37 Και απαν το πληθος της περιχωρου των Γαδαρηνων παρεκαλεσαν αυτον να αναχωρηση απ' αυτων, διοτι κατειχοντο υπο μεγαλου φοβου, αυτος δε εμβας εις το πλοιον υπεστρεψεν.
38 ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ αὐτὸν λέγων·38 Ο δε ανθρωπος, εκ του οποιου ειχον εξελθει τα δαιμονια, παρεκαλει αυτον να ηναι μετ' αυτου? ο Ιησους ομως απελυσεν αυτον, λεγων.
39 ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.39 Επιστρεψον εις τον οικον σου και διηγου οσα εκαμεν εις σε ο Θεος? και ανεχωρησε κηρυττων καθ' ολην την πολιν οσα εκαμεν εις αυτον ο Ιησους.
40 Ἐν δὲ τῷ ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.40 Οτε δε υπεστρεψεν ο Ιησους, υπεδεχθη αυτον ο οχλος? διοτι παντες ησαν περιμενοντες αυτον.
41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος καὶ οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας [τοῦ] Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,41 Και ιδου, ηλθεν ανθρωπος ονομαζομενος Ιαειρος, οστις ητο αρχων της συναγωγης και πεσων εις τους ποδας του Ιησου, παρεκαλει αυτον να εισελθη εις τον οικον αυτου,
42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.42 διοτι ειχε θυγατερα μονογενη ως ετων δωδεκα, και αυτη απεθνησκεν. Ενω δε επορευετο, οι οχλοι συνεθλιβον αυτον.
43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις [ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον] οὐκ ἴσχυσεν ἀπ’ οὐδενὸς θεραπευθῆναι,43 Και γυνη τις εχουσα ρυσιν αιματος δωδεκα ετη, ητις δαπανησασα εις ιατρους ολον τον βιον αυτης δεν ηδυνηθη να θεραπευθη υπ' ουδενος,
44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.44 πλησιασασα οπισθεν ηγγισε το ακρον του ιματιου αυτου, και παρευθυς εσταθη η ρυσις του αιματος αυτης.
45 καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν.45 Και ειπεν ο Ιησους? Τις μου ηγγισε; και ενω ηρνουντο παντες, ειπεν ο Πετρος και οι μετ' αυτου? Επιστατα, οι οχλοι σε συμπιεζουσι και σε συνθλιβουσι, και λεγεις? Τις μου ηγγισεν;
46 ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ.46 Ο δε Ιησους ειπε? Μου ηγγισε τις? διοτι εγω ενοησα οτι εξηλθε δυναμις απ' εμου.
47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα.47 Ιδουσα δε η γυνη οτι δεν εκρυφθη, ηλθε τρεμουσα και προσπεσουσα εις αυτον, απηγγειλε προς αυτον ενωπιον παντος του λαου δια ποιαν αιτιαν ηγγισεν αυτον, και οτι παρευθυς ιατρευθη.
48 ὁ δὲ εἶπεν αὐτῇ· θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.48 Ο δε ειπε προς αυτην? Θαρρει, θυγατερ, η πιστις σου σε εσωσεν? υπαγε εις ειρηνην.
49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μηκέτι σκύλλε τὸν διδάσκαλον.49 Ενω δε ελαλει ετι, ερχεται τις παρα του αρχισυναγωγου, λεγων προς αυτον οτι απεθανεν η θυγατηρ σου? μη ενοχλει τον Διδασκαλον.
50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ· μὴ φοβοῦ, μόνον πίστευσον, καὶ σωθήσεται.50 Ο δε Ιησους ακουσας απεκριθη προς αυτον, λεγων? Μη φοβου? μονον πιστευε, και θελει σωθη.
51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.51 Και οτε εισηλθεν εις την οικιαν, δεν αφηκεν ουδενα να εισελθη ειμη τον Πετρον και Ιακωβον και Ιωαννην και τον πατερα της κορης και την μητερα.
52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· μὴ κλαίετε, οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει.52 Εκλαιον δε παντες και εθρηνουν αυτην. Ο δε ειπε? Μη κλαιετε? δεν απεθανεν, αλλα κοιμαται.
53 καὶ κατεγέλων αὐτοῦ εἰδότες ὅτι ἀπέθανεν.53 Και κατεγελων αυτον, εξευροντες οτι απεθανεν.
54 αὐτὸς δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· ἡ παῖς, ἔγειρε.54 Αλλ' αυτος εκβαλων εξω παντας και πιασας την χειρα αυτης, εφωναξε λεγων? Κορασιον, σηκωθητι.
55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς καὶ ἀνέστη παραχρῆμα καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.55 Και υπεστρεψε το πνευμα αυτης, και ανεστη παρευθυς, και προσεταξε να δοθη εις αυτην να φαγη.
56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.56 Και εξεπλαγησαν οι γονεις αυτης. Ο δε παρηγγειλεν εις αυτους να μη ειπωσιν εις μηδενα το γεγονος.