Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Vangelo secondo Marco - Mark 12


font
LXXGREEK BIBLE
1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν· ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.1 Και ηρχισε να λεγη προς αυτους δια παραβολων? Ανθρωπος τις εφυτευσεν αμπελωνα και περιεβαλεν εις αυτον φραγμον και εσκαψεν υποληνιον και ωκοδομησε πυργον, και εμισθωσεν αυτον εις γεωργους και απεδημησε.
2 καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος·2 Και εν τω καιρω των καρπων απεστειλε προς τους γεωργους δουλον, δια να λαβη παρα των γεωργων απο του καρπου του αμπελωνος.
3 καὶ λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν.3 Εκεινοι δε πιασαντες αυτον εδειραν και απεπεμψαν κενον.
4 καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν.4 Και παλιν απεστειλε προς αυτους αλλον δουλον? και εκεινον λιθοβολησαντες, επληγωσαν την κεφαλην αυτου και απεπεμψαν ητιμωμενον.
5 καὶ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.5 Και παλιν απεστειλεν αλλον? και εκεινον εφονευσαν, και πολλους αλλους, τους μεν εδειραν, τους δε εφονευσαν.
6 ἔτι ἕνα εἶχεν υἱὸν ἀγαπητόν· ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων ὅτι ἐντραπήσονται τὸν υἱόν μου.6 Ετι λοιπον εχων ενα υιον, αγαπητον αυτου, απεστειλε και αυτον προς αυτους εσχατον, λεγων οτι θελουσιν εντραπη τον υιον μου.
7 ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν ὅτι οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.7 Εκεινοι δε οι γεωργοι ειπον προς αλληλους οτι ουτος ειναι ο κληρονομος? ελθετε, ας φονευσωμεν αυτον, και θελει εισθαι ημων η κληρονομια.
8 καὶ λαβόντες ἀπέκτειναν αὐτὸν καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.8 Και πιασαντες αυτον εφονευσαν και ερριψαν εξω του αμπελωνος.
9 τί [οὖν] ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.9 Τι λοιπον θελει καμει ο κυριος του αμπελωνος; Θελει ελθει και απολεσει τους γεωργους και θελει δωσει τον αμπελωνα εις αλλους.
10 Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε·
λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
10 Ουδε την γραφην ταυτην δεν ανεγνωσατε, Ο λιθος, τον οποιον απεδοκιμασαν οι οικοδομουντες, ουτος εγεινε κεφαλη γωνιας?
11 παρὰ κυρίου ἐγένετο αὕτη
καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
11 παρα Κυριου εγεινεν αυτη και ειναι θαυμαστη εν οφθαλμοις ημων.
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.12 Και εζητουν να πιασωσιν αυτον και εφοβηθησαν τον οχλον? επειδη ενοησαν οτι προς αυτους ειπε την παραβολην? και αφησαντες αυτον ανεχωρησαν.
13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.13 Και αποστελλουσι προς αυτον τινας των Φαρισαιων και των Ηρωδιανων, δια να παγιδευσωσιν αυτον εις λογον.
14 καὶ ἐλθόντες λέγουσιν αὐτῷ· διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν;14 Και εκεινοι ελθοντες, λεγουσι προς αυτον? Διδασκαλε, εξευρομεν οτι εισαι αληθης και δεν σε μελει περι ουδενος? διοτι δεν βλεπεις εις προσωπον ανθρωπων, αλλ' επ' αληθειας την οδον του Θεου διδασκεις. Ειναι συγκεχωρημενον να δωσωμεν δασμον εις τον Καισαρα, η ουχι; να δωσωμεν η να μη δωσωμεν;
15 Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω.15 Ο δε γνωρισας την υποκρισιν αυτων, ειπε προς αυτους? τι με πειραζετε; φερετε μοι δηναριον δια να ιδω.
16 οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος.16 Και εκεινοι εφεραν. Και λεγει προς αυτους? Τινος ειναι η εικων αυτη και η επιγραφη; οι δε ειπον προς αυτον? Του Καισαρος.
17 ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· τὰ Καίσαρος ἀπόδοτε Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ἐξεθαύμαζον ἐπ’ αὐτῷ.17 Και αποκριθεις ο Ιησους ειπε προς αυτους? Αποδοτε τα του Καισαρος εις τον Καισαρα και τα του Θεου εις τον Θεον. Και εθαυμασαν δι' αυτον.
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες·18 Και ερχονται προς αυτον Σαδδουκαιοι, οιτινες λεγουσιν οτι δεν ειναι αναστασις, και ηρωτησαν αυτον, λεγοντες?
19 διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνον, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.19 Διδασκαλε, ο Μωυσης μας εγραψεν οτι εαν αποθανη τινος ο αδελφος και αφηση γυναικα και τεκνα δεν αφηση, να λαβη ο αδελφος αυτου την γυναικα αυτου και να εξαναστηση σπερμα εις τον αδελφον αυτου.
20 ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα·20 Ησαν λοιπον επτα αδελφοι. Και ο πρωτος ελαβε γυναικα, και αποθνησκων δεν αφηκε σπερμα?
21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτὴν καὶ ἀπέθανεν μὴ καταλιπὼν σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως·21 και ελαβεν αυτην ο δευτερος και απεθανε, και ουδε αυτος αφηκε σπερμα? και ο τριτος ωσαυτως.
22 καὶ οἱ ἑπτὰ οὐκ ἀφῆκαν σπέρμα. ἔσχατον πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.22 Και ελαβον αυτην οι επτα, και δεν αφηκαν σπερμα. Τελευταια παντων απεθανε και η γυνη.
23 ἐν τῇ ἀναστάσει [ὅταν ἀναστῶσιν] τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.23 Εν τη αναστασει λοιπον, οταν αναστηθωσι, τινος αυτων θελει εισθαι γυνη; διοτι και οι επτα ελαβον αυτην γυναικα.
24 Ἔφη αὐτοῖς ὁ Ἰησοῦς· οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ;24 Και αποκριθεις ο Ιησους, ειπε προς αυτους? Δεν πλανασθε δια τουτο, μη γνωριζοντες τας γραφας μηδε την δυναμιν του Θεου;
25 ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς.25 Διοτι οταν αναστηθωσιν εκ νεκρων ουτε νυμφευουσιν ουτε νυμφευονται, αλλ' ειναι ως αγγελοι οι εν τοις ουρανοις.
26 περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου πῶς εἶπεν αὐτῷ ὁ θεὸς λέγων· ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ [ὁ] θεὸς Ἰσαὰκ καὶ [ὁ] θεὸς Ἰακώβ;26 Περι δε των νεκρων οτι ανιστανται, δεν ανεγνωσατε εν τη βιβλω του Μωυσεως, πως ειπε προς αυτον ο Θεος επι της βατου, λεγων, Εγω ειμαι ο Θεος του Αβρααμ και ο Θεος του Ισαακ και ο Θεος του Ιακωβ;
27 οὐκ ἔστιν θεὸς νεκρῶν ἀλλὰ ζώντων· πολὺ πλανᾶσθε.27 Δεν ειναι ο Θεος νεκρων, αλλα Θεος ζωντων? σεις λοιπον πλανασθε πολυ.
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς ἐπηρώτησεν αὐτόν· ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;28 Και προσελθων εις των γραμματεων, οστις ηκουσεν αυτους συζητουντας, γνωριζων οτι καλως απεκριθη προς αυτους, ηρωτησεν αυτον? Ποια εντολη ειναι πρωτη πασων;
29 ἀπεκρίθη ὁ Ἰησοῦς ὅτι πρώτη ἐστίν· ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν,29 Ο δε Ιησους απεκριθη προς αυτον οτι πρωτη πασων των εντολων ειναι? Ακουε Ισραηλ, Κυριος ο Θεος ημων ειναι εις Κυριος?
30 καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.30 και θελεις αγαπα Κυριον τον Θεον σου εξ ολης της καρδιας σου, και εξ ολης της ψυχης σου, και εξ ολης της διανοιας σου, και εξ ολης της δυναμεως σου? αυτη ειναι η πρωτη εντολη.
31 δευτέρα αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.31 Και δευτερα ομοια, αυτη? Θελεις αγαπα τον πλησιον σου ως σεαυτον. Μεγαλητερα τουτων αλλη εντολη δεν ειναι.
32 Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ·32 Και ειπε προς αυτον ο γραμματευς? Καλως, Διδασκαλε, αληθως ειπας οτι ειναι εις Θεος, και δεν ειναι αλλος εκτος αυτου?
33 καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.33 και το να αγαπα τις αυτον εξ ολης της καρδιας και εξ ολης της συνεσεως και εξ ολης της ψυχης και εξ ολης της δυναμεως, και το να αγαπα τον πλησιον ως εαυτον, ειναι πλειοτερον παντων των ολοκαυτωματων και των θυσιων.
34 καὶ ὁ Ἰησοῦς ἰδὼν [αὐτὸν] ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.34 Και ο Ιησους, ιδων αυτον οτι φρονιμως απεκριθη, ειπε προς αυτον? Δεν εισαι μακραν απο της βασιλειας του Θεου. Και ουδεις πλεον ετολμα να ερωτηση αυτον.
35 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς Δαυίδ ἐστιν;35 Και αποκριθεις ο Ιησους, ελεγε διδασκων εν τω ιερω? Πως λεγουσιν οι γραμματεις οτι ο Χριστος ειναι υιος του Δαβιδ;
36 αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ πνεύματι τῷ ἁγίῳ·
εἶπεν κύριος τῷ κυρίῳ μου·
κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου
ὑποκάτω τῶν ποδῶν σου.
36 Διοτι αυτος ο Δαβιδ ειπε δια του Πνευματος του Αγιου? Ειπεν ο Κυριος προς τον Κυριον μου, Καθου εκ δεξιων μου, εωσου θεσω τους εχθρους σου υποποδιον των ποδων σου.
37 αὐτὸς Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν αὐτοῦ ἐστιν υἱός;
Καὶ [ὁ] πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
37 Αυτος λοιπον ο Δαβιδ λεγει αυτον Κυριον? και ποθεν ειναι υιος αυτου; Και ο πολυς οχλος ηκουεν αυτον ευχαριστως.
38 Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν· βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς38 Και ελεγε προς αυτους εν τη διδαχη αυτου? Προσεχετε απο των γραμματεων, οιτινες θελουσι να περιπατωσιν εστολισμενοι και αγαπωσι τους ασπασμους εν ταις αγοραις
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,39 και πρωτοκαθεδριας εν ταις συναγωγαις και τους πρωτους τοπους εν τοις δειπνοις.
40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα.40 Οιτινες κατατρωγουσι τας οικιας των χηρων, και τουτο επι προφασει οτι καμνουσι μακρας προσευχας? ουτοι θελουσι λαβει μεγαλητεραν καταδικην.
41 Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά·41 Και καθησας ο Ιησους απεναντι του γαζοφυλακιου, εθεωρει πως ο οχλος εβαλλε χαλκον εις το γαζοφυλακιον. Και πολλοι πλουσιοι εβαλλον πολλα?
42 καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.42 και ελθουσα μια χηρα πτωχη εβαλε δυο λεπτα, τουτεστιν, ενα κοδραντην.
43 καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον·43 Και προσκαλεσας τους μαθητας αυτου, λεγει προς αυτους? Αληθως σας λεγω οτι η χηρα αυτη η πτωχη εβαλε περισσοτερον παντων, οσοι εβαλον εις το γαζοφυλακιον?
44 πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν ὅλον τὸν βίον αὐτῆς.44 διοτι παντες εκ του περισσευοντος εις αυτους εβαλον? αυτη ομως εκ του υστερηματος αυτης εβαλε παντα οσα ειχεν, ολην την περιουσιαν αυτης.