Scrutatio

Saturday, 22 June 2024 - San Tommaso Moro ( Letture di oggi)

ΒΑΣΙΛΕΙΩΝ Δ´ - 2 Re - Kings IV 12


font

1υιος ετων επτα ιωας εν τω βασιλευειν αυτον2εν ετει εβδομω τω ιου εβασιλευσεν ιωας και τεσσαρακοντα ετη εβασιλευσεν εν ιερουσαλημ και ονομα της μητρος αυτου αβια εκ της βηρσαβεε3και εποιησεν ιωας το ευθες ενωπιον κυριου πασας τας ημερας ας εφωτισεν αυτον ιωδαε ο ιερευς4πλην των υψηλων ου μετεσταθησαν και εκει ετι ο λαος εθυσιαζεν και εθυμιων εν τοις υψηλοις5και ειπεν ιωας προς τους ιερεις παν το αργυριον των αγιων το εισοδιαζομενον εν τω οικω κυριου αργυριον συντιμησεως ανηρ αργυριον λαβων συντιμησεως παν αργυριον ο εαν αναβη επι καρδιαν ανδρος ενεγκειν εν οικω κυριου6λαβετωσαν εαυτοις οι ιερεις ανηρ απο της πρασεως αυτων και αυτοι κρατησουσιν το βεδεκ του οικου εις παντα ου εαν ευρεθη εκει βεδεκ7και εγενηθη εν τω εικοστω και τριτω ετει τω βασιλει ιωας ουκ εκραταιωσαν οι ιερεις το βεδεκ του οικου8και εκαλεσεν ιωας ο βασιλευς ιωδαε τον ιερεα και τους ιερεις και ειπεν προς αυτους τι οτι ουκ εκραταιουτε το βεδεκ του οικου και νυν μη λαβητε αργυριον απο των πρασεων υμων οτι εις το βεδεκ του οικου δωσετε αυτο9και συνεφωνησαν οι ιερεις του μη λαβειν αργυριον παρα του λαου και του μη ενισχυσαι το βεδεκ του οικου10και ελαβεν ιωδαε ο ιερευς κιβωτον μιαν και ετρησεν τρωγλην επι της σανιδος αυτης και εδωκεν αυτην παρα ιαμιβιν εν τω οικω ανδρος οικου κυριου και εδωκαν οι ιερεις οι φυλασσοντες τον σταθμον παν το αργυριον το ευρεθεν εν οικω κυριου11και εγενετο ως ειδον οτι πολυ το αργυριον εν τη κιβωτω και ανεβη ο γραμματευς του βασιλεως και ο ιερευς ο μεγας και εσφιγξαν και ηριθμησαν το αργυριον το ευρεθεν εν οικω κυριου12και εδωκαν το αργυριον το ετοιμασθεν επι χειρας ποιουντων τα εργα των επισκοπων οικου κυριου και εξεδοσαν τοις τεκτοσιν των ξυλων και τοις οικοδομοις τοις ποιουσιν εν οικω κυριου13και τοις τειχισταις και τοις λατομοις των λιθων του κτησασθαι ξυλα και λιθους λατομητους του κατασχειν το βεδεκ οικου κυριου εις παντα οσα εξωδιασθη επι τον οικον του κραταιωσαι14πλην ου ποιηθησεται οικω κυριου θυραι αργυραι ηλοι φιαλαι και σαλπιγγες παν σκευος χρυσουν και σκευος αργυρουν εκ του αργυριου του εισενεχθεντος εν οικω κυριου15οτι τοις ποιουσιν τα εργα δωσουσιν αυτο και εκραταιωσαν εν αυτω τον οικον κυριου16και ουκ εξελογιζοντο τους ανδρας οις εδιδουν το αργυριον επι χειρας αυτων δουναι τοις ποιουσιν τα εργα οτι εν πιστει αυτων ποιουσιν17αργυριον περι αμαρτιας και αργυριον περι πλημμελειας ο τι εισηνεχθη εν οικω κυριου τοις ιερευσιν εγενετο18τοτε ανεβη αζαηλ βασιλευς συριας και επολεμησεν επι γεθ και προκατελαβετο αυτην και εταξεν αζαηλ το προσωπον αυτου αναβηναι επι ιερουσαλημ19και ελαβεν ιωας βασιλευς ιουδα παντα τα αγια οσα ηγιασεν ιωσαφατ και ιωραμ και οχοζιας οι πατερες αυτου και βασιλεις ιουδα και τα αγια αυτου και παν το χρυσιον το ευρεθεν εν θησαυροις οικου κυριου και οικου του βασιλεως και απεστειλεν τω αζαηλ βασιλει συριας και ανεβη απο ιερουσαλημ20και τα λοιπα των λογων ιωας και παντα οσα εποιησεν ουκ ιδου ταυτα γεγραμμενα επι βιβλιω λογων των ημερων τοις βασιλευσιν ιουδα21και ανεστησαν οι δουλοι αυτου και εδησαν παντα συνδεσμον και επαταξαν τον ιωας εν οικω μαλλω τω εν γααλλα22και ιεζιχαρ υιος ιεμουαθ και ιεζεβουθ ο υιος αυτου σωμηρ οι δουλοι αυτου επαταξαν αυτον και απεθανεν και εθαψαν αυτον μετα των πατερων αυτου εν πολει δαυιδ και εβασιλευσεν αμεσσιας υιος αυτου αντ' αυτου