Scrutatio

Wenesday, 17 April 2024 - Santa Caterina Tekakwitha ( Letture di oggi)

ΑΡΙΘΜΟΙ - Numeri - Numbers 30


font

1και ελαλησεν μωυσης τοις υιοις ισραηλ κατα παντα οσα ενετειλατο κυριος τω μωυση2και ελαλησεν μωυσης προς τους αρχοντας των φυλων ισραηλ λεγων τουτο το ρημα ο συνεταξεν κυριος3ανθρωπος ανθρωπος ος αν ευξηται ευχην κυριω η ομοση ορκον η ορισηται ορισμω περι της ψυχης αυτου ου βεβηλωσει το ρημα αυτου παντα οσα εαν εξελθη εκ του στοματος αυτου ποιησει4εαν δε γυνη ευξηται ευχην κυριω η ορισηται ορισμον εν τω οικω του πατρος αυτης εν τη νεοτητι αυτης5και ακουση ο πατηρ αυτης τας ευχας αυτης και τους ορισμους αυτης ους ωρισατο κατα της ψυχης αυτης και παρασιωπηση αυτης ο πατηρ και στησονται πασαι αι ευχαι αυτης και παντες οι ορισμοι ους ωρισατο κατα της ψυχης αυτης μενουσιν αυτη6εαν δε ανανευων ανανευση ο πατηρ αυτης η αν ημερα ακουση πασας τας ευχας αυτης και τους ορισμους ους ωρισατο κατα της ψυχης αυτης ου στησονται και κυριος καθαριει αυτην οτι ανενευσεν ο πατηρ αυτης7εαν δε γενομενη γενηται ανδρι και αι ευχαι αυτης επ' αυτη κατα την διαστολην των χειλεων αυτης ους ωρισατο κατα της ψυχης αυτης8και ακουση ο ανηρ αυτης και παρασιωπηση αυτη η αν ημερα ακουση και ουτως στησονται πασαι αι ευχαι αυτης και οι ορισμοι αυτης ους ωρισατο κατα της ψυχης αυτης στησονται9εαν δε ανανευων ανανευση ο ανηρ αυτης η αν ημερα ακουση πασαι αι ευχαι αυτης και οι ορισμοι αυτης ους ωρισατο κατα της ψυχης αυτης ου μενουσιν οτι ο ανηρ ανενευσεν απ' αυτης και κυριος καθαριει αυτην10και ευχη χηρας και εκβεβλημενης οσα αν ευξηται κατα της ψυχης αυτης μενουσιν αυτη11εαν δε εν τω οικω του ανδρος αυτης η ευχη αυτης η ο ορισμος κατα της ψυχης αυτης μεθ' ορκου12και ακουση ο ανηρ αυτης και παρασιωπηση αυτη και μη ανανευση αυτη και στησονται πασαι αι ευχαι αυτης και παντες οι ορισμοι αυτης ους ωρισατο κατα της ψυχης αυτης στησονται κατ' αυτης13εαν δε περιελων περιελη ο ανηρ αυτης η αν ημερα ακουση παντα οσα εαν εξελθη εκ των χειλεων αυτης κατα τας ευχας αυτης και κατα τους ορισμους τους κατα της ψυχης αυτης ου μενει αυτη ο ανηρ αυτης περιειλεν και κυριος καθαρισει αυτην14πασα ευχη και πας ορκος δεσμου κακωσαι ψυχην ο ανηρ αυτης στησει αυτη και ο ανηρ αυτης περιελει15εαν δε σιωπων παρασιωπηση αυτη ημεραν εξ ημερας και στησει αυτη πασας τας ευχας αυτης και τους ορισμους τους επ' αυτης στησει αυτη οτι εσιωπησεν αυτη τη ημερα η ηκουσεν16εαν δε περιελων περιελη αυτης μετα την ημεραν ην ηκουσεν και λημψεται την αμαρτιαν αυτου17ταυτα τα δικαιωματα οσα ενετειλατο κυριος τω μωυση ανα μεσον ανδρος και γυναικος αυτου και ανα μεσον πατρος και θυγατρος εν νεοτητι εν οικω πατρος