Scrutatio

Tuesday, 18 June 2024 - Santa Marina ( Letture di oggi)

ΑΡΙΘΜΟΙ - Numeri - Numbers 1


font

1και ελαλησεν κυριος προς μωυσην εν τη ερημω τη σινα εν τη σκηνη του μαρτυριου εν μια του μηνος του δευτερου ετους δευτερου εξελθοντων αυτων εκ γης αιγυπτου λεγων2λαβετε αρχην πασης συναγωγης υιων ισραηλ κατα συγγενειας αυτων κατ' οικους πατριων αυτων κατα αριθμον εξ ονοματος αυτων κατα κεφαλην αυτων πας αρσην3απο εικοσαετους και επανω πας ο εκπορευομενος εν δυναμει ισραηλ επισκεψασθε αυτους συν δυναμει αυτων συ και ααρων επισκεψασθε αυτους4και μεθ' υμων εσονται εκαστος κατα φυλην εκαστου αρχοντων κατ' οικους πατριων εσονται5και ταυτα τα ονοματα των ανδρων οιτινες παραστησονται μεθ' υμων των ρουβην ελισουρ υιος σεδιουρ6των συμεων σαλαμιηλ υιος σουρισαδαι7των ιουδα ναασσων υιος αμιναδαβ8των ισσαχαρ ναθαναηλ υιος σωγαρ9των ζαβουλων ελιαβ υιος χαιλων10των υιων ιωσηφ των εφραιμ ελισαμα υιος εμιουδ των μανασση γαμαλιηλ υιος φαδασσουρ11των βενιαμιν αβιδαν υιος γαδεωνι12των δαν αχιεζερ υιος αμισαδαι13των ασηρ φαγαιηλ υιος εχραν14των γαδ ελισαφ υιος ραγουηλ15των νεφθαλι αχιρε υιος αιναν16ουτοι επικλητοι της συναγωγης αρχοντες των φυλων κατα πατριας χιλιαρχοι ισραηλ εισιν17και ελαβεν μωυσης και ααρων τους ανδρας τουτους τους ανακληθεντας εξ ονοματος18και πασαν την συναγωγην συνηγαγον εν μια του μηνος του δευτερου ετους και επηξονουσαν κατα γενεσεις αυτων κατα πατριας αυτων κατα αριθμον ονοματων αυτων απο εικοσαετους και επανω παν αρσενικον κατα κεφαλην αυτων19ον τροπον συνεταξεν κυριος τω μωυση και επεσκεπησαν εν τη ερημω τη σινα20και εγενοντο οι υιοι ρουβην πρωτοτοκου ισραηλ κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει21η επισκεψις αυτων εκ της φυλης ρουβην εξ και τεσσαρακοντα χιλιαδες και πεντακοσιοι22τοις υιοις συμεων κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει23η επισκεψις αυτων εκ της φυλης συμεων εννεα και πεντηκοντα χιλιαδες και τριακοσιοι24τοις υιοις ιουδα κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει25η επισκεψις αυτων εκ της φυλης ιουδα τεσσαρες και εβδομηκοντα χιλιαδες και εξακοσιοι26τοις υιοις ισσαχαρ κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει27η επισκεψις αυτων εκ της φυλης ισσαχαρ τεσσαρες και πεντηκοντα χιλιαδες και τετρακοσιοι28τοις υιοις ζαβουλων κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει29η επισκεψις αυτων εκ της φυλης ζαβουλων επτα και πεντηκοντα χιλιαδες και τετρακοσιοι30τοις υιοις ιωσηφ υιοις εφραιμ κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει31η επισκεψις αυτων εκ της φυλης εφραιμ τεσσαρακοντα χιλιαδες και πεντακοσιοι32τοις υιοις μανασση κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει33η επισκεψις αυτων εκ της φυλης μανασση δυο και τριακοντα χιλιαδες και διακοσιοι34τοις υιοις βενιαμιν κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει35η επισκεψις αυτων εκ της φυλης βενιαμιν πεντε και τριακοντα χιλιαδες και τετρακοσιοι36τοις υιοις γαδ κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει37η επισκεψις αυτων εκ της φυλης γαδ πεντε και τεσσαρακοντα χιλιαδες και εξακοσιοι και πεντηκοντα38τοις υιοις δαν κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει39η επισκεψις αυτων εκ της φυλης δαν δυο και εξηκοντα χιλιαδες και επτακοσιοι40τοις υιοις ασηρ κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει41η επισκεψις αυτων εκ της φυλης ασηρ μια και τεσσαρακοντα χιλιαδες και πεντακοσιοι42τοις υιοις νεφθαλι κατα συγγενειας αυτων κατα δημους αυτων κατ' οικους πατριων αυτων κατα αριθμον ονοματων αυτων κατα κεφαλην αυτων παντα αρσενικα απο εικοσαετους και επανω πας ο εκπορευομενος εν τη δυναμει43η επισκεψις αυτων εκ της φυλης νεφθαλι τρεις και πεντηκοντα χιλιαδες και τετρακοσιοι44αυτη η επισκεψις ην επεσκεψαντο μωυσης και ααρων και οι αρχοντες ισραηλ δωδεκα ανδρες ανηρ εις κατα φυλην μιαν κατα φυλην οικων πατριας ησαν45και εγενετο πασα η επισκεψις υιων ισραηλ συν δυναμει αυτων απο εικοσαετους και επανω πας ο εκπορευομενος παραταξασθαι εν ισραηλ46εξακοσιαι χιλιαδες και τρισχιλιοι και πεντακοσιοι και πεντηκοντα47οι δε λευιται εκ της φυλης πατριας αυτων ουκ επεσκεπησαν εν τοις υιοις ισραηλ48και ελαλησεν κυριος προς μωυσην λεγων49ορα την φυλην την λευι ου συνεπισκεψη και τον αριθμον αυτων ου λημψη εν μεσω των υιων ισραηλ50και συ επιστησον τους λευιτας επι την σκηνην του μαρτυριου και επι παντα τα σκευη αυτης και επι παντα οσα εστιν εν αυτη αυτοι αρουσιν την σκηνην και παντα τα σκευη αυτης και αυτοι λειτουργησουσιν εν αυτη και κυκλω της σκηνης παρεμβαλουσιν51και εν τω εξαιρειν την σκηνην καθελουσιν αυτην οι λευιται και εν τω παρεμβαλλειν την σκηνην αναστησουσιν και ο αλλογενης ο προσπορευομενος αποθανετω52και παρεμβαλουσιν οι υιοι ισραηλ ανηρ εν τη εαυτου ταξει και ανηρ κατα την εαυτου ηγεμονιαν συν δυναμει αυτων53οι δε λευιται παρεμβαλετωσαν εναντιον κυριου κυκλω της σκηνης του μαρτυριου και ουκ εσται αμαρτημα εν υιοις ισραηλ και φυλαξουσιν οι λευιται αυτοι την φυλακην της σκηνης του μαρτυριου54και εποιησαν οι υιοι ισραηλ κατα παντα α ενετειλατο κυριος τω μωυση και ααρων ουτως εποιησαν