Scrutatio

Wenesday, 24 July 2024 - San Charbel (Giuseppe) Makhluf ( Letture di oggi)

ΙΩΗΛ - Gioele - Joel 1


font

1λογος κυριου ος εγενηθη προς ιωηλ τον του βαθουηλ2ακουσατε δη ταυτα οι πρεσβυτεροι και ενωτισασθε παντες οι κατοικουντες την γην ει γεγονεν τοιαυτα εν ταις ημεραις υμων η εν ταις ημεραις των πατερων υμων3υπερ αυτων τοις τεκνοις υμων διηγησασθε και τα τεκνα υμων τοις τεκνοις αυτων και τα τεκνα αυτων εις γενεαν ετεραν4τα καταλοιπα της καμπης κατεφαγεν η ακρις και τα καταλοιπα της ακριδος κατεφαγεν ο βρουχος και τα καταλοιπα του βρουχου κατεφαγεν η ερυσιβη5εκνηψατε οι μεθυοντες εξ οινου αυτων και κλαυσατε θρηνησατε παντες οι πινοντες οινον εις μεθην οτι εξηρται εκ στοματος υμων ευφροσυνη και χαρα6οτι εθνος ανεβη επι την γην μου ισχυρον και αναριθμητον οι οδοντες αυτου οδοντες λεοντος και αι μυλαι αυτου σκυμνου7εθετο την αμπελον μου εις αφανισμον και τας συκας μου εις συγκλασμον ερευνων εξηρευνησεν αυτην και ερριψεν ελευκανεν κληματα αυτης8θρηνησον προς με υπερ νυμφην περιεζωσμενην σακκον επι τον ανδρα αυτης τον παρθενικον9εξηρται θυσια και σπονδη εξ οικου κυριου πενθειτε οι ιερεις οι λειτουργουντες θυσιαστηριω10οτι τεταλαιπωρηκεν τα πεδια πενθειτω η γη οτι τεταλαιπωρηκεν σιτος εξηρανθη οινος ωλιγωθη ελαιον11εξηρανθησαν οι γεωργοι θρηνειτε κτηματα υπερ πυρου και κριθης οτι απολωλεν τρυγητος εξ αγρου12η αμπελος εξηρανθη και αι συκαι ωλιγωθησαν ροα και φοινιξ και μηλον και παντα τα ξυλα του αγρου εξηρανθησαν οτι ησχυναν χαραν οι υιοι των ανθρωπων13περιζωσασθε και κοπτεσθε οι ιερεις θρηνειτε οι λειτουργουντες θυσιαστηριω εισελθατε υπνωσατε εν σακκοις λειτουργουντες θεω οτι απεσχηκεν εξ οικου θεου υμων θυσια και σπονδη14αγιασατε νηστειαν κηρυξατε θεραπειαν συναγαγετε πρεσβυτερους παντας κατοικουντας γην εις οικον θεου υμων και κεκραξατε προς κυριον εκτενως15οιμμοι οιμμοι οιμμοι εις ημεραν οτι εγγυς ημερα κυριου και ως ταλαιπωρια εκ ταλαιπωριας ηξει16κατεναντι των οφθαλμων υμων βρωματα εξωλεθρευθη εξ οικου θεου υμων ευφροσυνη και χαρα17εσκιρτησαν δαμαλεις επι ταις φατναις αυτων ηφανισθησαν θησαυροι κατεσκαφησαν ληνοι οτι εξηρανθη σιτος18τι αποθησομεν εαυτοις εκλαυσαν βουκολια βοων οτι ουχ υπηρχεν νομη αυτοις και τα ποιμνια των προβατων ηφανισθησαν19προς σε κυριε βοησομαι οτι πυρ ανηλωσεν τα ωραια της ερημου και φλοξ ανηψεν παντα τα ξυλα του αγρου20και τα κτηνη του πεδιου ανεβλεψαν προς σε οτι εξηρανθησαν αφεσεις υδατων και πυρ κατεφαγεν τα ωραια της ερημου