Scrutatio

Saturday, 20 April 2024 - Beata Chiara Bosatta ( Letture di oggi)

ΠΑΡΟΙΜΙΑΙ - Proverbi - Proverbs 29


font

1μη καυχω τα εις αυριον ου γαρ γινωσκεις τι τεξεται η επιουσα2εγκωμιαζετω σε ο πελας και μη το σον στομα αλλοτριος και μη τα σα χειλη3βαρυ λιθος και δυσβαστακτον αμμος οργη δε αφρονος βαρυτερα αμφοτερων4ανελεημων θυμος και οξεια οργη αλλ' ουδενα υφισταται ζηλος5κρεισσους ελεγχοι αποκεκαλυμμενοι κρυπτομενης φιλιας6αξιοπιστοτερα εστιν τραυματα φιλου η εκουσια φιληματα εχθρου7ψυχη εν πλησμονη ουσα κηριοις εμπαιζει ψυχη δε ενδεει και τα πικρα γλυκεια φαινεται8ωσπερ οταν ορνεον καταπετασθη εκ της ιδιας νοσσιας ουτως ανθρωπος δουλουται οταν αποξενωθη εκ των ιδιων τοπων9μυροις και οινοις και θυμιαμασιν τερπεται καρδια καταρρηγνυται δε υπο συμπτωματων ψυχη10φιλον σον η φιλον πατρωον μη εγκαταλιπης εις δε τον οικον του αδελφου σου μη εισελθης ατυχων κρεισσων φιλος εγγυς η αδελφος μακραν οικων11σοφος γινου υιε ινα ευφραινηται μου η καρδια και αποστρεψον απο σου επονειδιστους λογους12πανουργος κακων επερχομενων απεκρυβη αφρονες δε επελθοντες ζημιαν τεισουσιν13αφελου το ιματιον αυτου παρηλθεν γαρ υβριστης οστις τα αλλοτρια λυμαινεται14ος αν ευλογη φιλον το πρωι μεγαλη τη φωνη καταρωμενου ουδεν διαφερειν δοξει15σταγονες εκβαλλουσιν ανθρωπον εν ημερα χειμερινη εκ του οικου αυτου ωσαυτως και γυνη λοιδορος εκ του ιδιου οικου16βορεας σκληρος ανεμος ονοματι δε επιδεξιος καλειται17σιδηρος σιδηρον οξυνει ανηρ δε παροξυνει προσωπον εταιρου18ος φυτευει συκην φαγεται τους καρπους αυτης ος δε φυλασσει τον εαυτου κυριον τιμηθησεται19ωσπερ ουχ ομοια προσωπα προσωποις ουτως ουδε αι καρδιαι των ανθρωπων20αδης και απωλεια ουκ εμπιμπλανται ωσαυτως και οι οφθαλμοι των ανθρωπων απληστοι [20α] βδελυγμα κυριω στηριζων οφθαλμον και οι απαιδευτοι ακρατεις γλωσση21δοκιμιον αργυρω και χρυσω πυρωσις ανηρ δε δοκιμαζεται δια στοματος εγκωμιαζοντων αυτον [21α] καρδια ανομου εκζητει κακα καρδια δε ευθης εκζητει γνωσιν22εαν μαστιγοις αφρονα εν μεσω συνεδριου ατιμαζων ου μη περιελης την αφροσυνην αυτου23γνωστως επιγνωση ψυχας ποιμνιου σου και επιστησεις καρδιαν σου σαις αγελαις24οτι ου τον αιωνα ανδρι κρατος και ισχυς ουδε παραδιδωσιν εκ γενεας εις γενεαν25επιμελου των εν τω πεδιω χλωρων και κερεις ποαν και συναγε χορτον ορεινον26ινα εχης προβατα εις ιματισμον τιμα πεδιον ινα ωσιν σοι αρνες27υιε παρ' εμου εχεις ρησεις ισχυρας εις την ζωην σου και εις την ζωην σων θεραποντων