Scrutatio

Sunday, 16 June 2024 - Sant´ Aureliano ( Letture di oggi)

ΨΑΛΜΟΙ - Salmi - Psalms 93


font

1ψαλμος τω δαυιδ τετραδι σαββατων ο θεος εκδικησεων κυριος ο θεος εκδικησεων επαρρησιασατο2υψωθητι ο κρινων την γην αποδος ανταποδοσιν τοις υπερηφανοις3εως ποτε αμαρτωλοι κυριε εως ποτε αμαρτωλοι καυχησονται4φθεγξονται και λαλησουσιν αδικιαν λαλησουσιν παντες οι εργαζομενοι την ανομιαν5τον λαον σου κυριε εταπεινωσαν και την κληρονομιαν σου εκακωσαν6χηραν και προσηλυτον απεκτειναν και ορφανους εφονευσαν7και ειπαν ουκ οψεται κυριος ουδε συνησει ο θεος του ιακωβ8συνετε δη αφρονες εν τω λαω και μωροι ποτε φρονησατε9ο φυτευσας το ους ουχι ακουει η ο πλασας τον οφθαλμον ου κατανοει10ο παιδευων εθνη ουχι ελεγξει ο διδασκων ανθρωπον γνωσιν11κυριος γινωσκει τους διαλογισμους των ανθρωπων οτι εισιν ματαιοι12μακαριος ανθρωπος ον αν συ παιδευσης κυριε και εκ του νομου σου διδαξης αυτον13του πραυναι αυτω αφ' ημερων πονηρων εως ου ορυγη τω αμαρτωλω βοθρος14οτι ουκ απωσεται κυριος τον λαον αυτου και την κληρονομιαν αυτου ουκ εγκαταλειψει15εως ου δικαιοσυνη επιστρεψη εις κρισιν και εχομενοι αυτης παντες οι ευθεις τη καρδια διαψαλμα16τις αναστησεται μοι επι πονηρευομενους η τις συμπαραστησεται μοι επι εργαζομενους την ανομιαν17ει μη οτι κυριος εβοηθησεν μοι παρα βραχυ παρωκησεν τω αδη η ψυχη μου18ει ελεγον σεσαλευται ο πους μου το ελεος σου κυριε βοηθει μοι19κυριε κατα το πληθος των οδυνων μου εν τη καρδια μου αι παρακλησεις σου ηγαπησαν την ψυχην μου20μη συμπροσεσται σοι θρονος ανομιας ο πλασσων κοπον επι προσταγματι21θηρευσουσιν επι ψυχην δικαιου και αιμα αθωον καταδικασονται22και εγενετο μοι κυριος εις καταφυγην και ο θεος μου εις βοηθον ελπιδος μου23και αποδωσει αυτοις την ανομιαν αυτων και κατα την πονηριαν αυτων αφανιει αυτους κυριος ο θεος ημων