Mark 15
Versetti esaminati
| New American Bible | Septuaginta - Nestle-Aland |
|---|---|
| 1 As soon as morning came, the chief priests with the elders and the scribes, that is, the whole Sanhedrin, held a council. They bound Jesus, led him away, and handed him over to Pilate. | 1 Καὶ εὐθὺς πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον, δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ. |
| 2 Pilate questioned him, "Are you the king of the Jews?" He said to him in reply, "You say so." | 2 Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει· σὺ λέγεις. |
| 3 The chief priests accused him of many things. | 3 καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. |
| 4 Again Pilate questioned him, "Have you no answer? See how many things they accuse you of." | 4 ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν λέγων· οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου κατηγοροῦσιν. |
| 5 Jesus gave him no further answer, so that Pilate was amazed. | 5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. |
| 6 Now on the occasion of the feast he used to release to them one prisoner whom they requested. | 6 Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ὃν παρῃτοῦντο. |
| 7 A man called Barabbas was then in prison along with the rebels who had committed murder in a rebellion. | 7 ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν στασιαστῶν δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. |
| 8 The crowd came forward and began to ask him to do for them as he was accustomed. | 8 καὶ ἀναβὰς ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς. |
| 9 Pilate answered, "Do you want me to release to you the king of the Jews?" | 9 ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; |
| 10 For he knew that it was out of envy that the chief priests had handed him over. | 10 ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. |
| 11 But the chief priests stirred up the crowd to have him release Barabbas for them instead. | 11 οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. |
| 12 Pilate again said to them in reply, "Then what (do you want) me to do with (the man you call) the king of the Jews?" | 12 ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς· τί οὖν [θέλετε] ποιήσω [ὃν λέγετε] τὸν βασιλέα τῶν Ἰουδαίων; |
| 13 They shouted again, "Crucify him." | 13 οἱ δὲ πάλιν ἔκραξαν· σταύρωσον αὐτόν. |
| 14 Pilate said to them, "Why? What evil has he done?" They only shouted the louder, "Crucify him." | 14 ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· τί γὰρ ἐποίησεν κακόν; οἱ δὲ περισσῶς ἔκραξαν· σταύρωσον αὐτόν. |
| 15 So Pilate, wishing to satisfy the crowd, released Barabbas to them and, after he had Jesus scourged, handed him over to be crucified. | 15 Ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. |
| 16 The soldiers led him away inside the palace, that is, the praetorium, and assembled the whole cohort. | 16 Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. |
| 17 They clothed him in purple and, weaving a crown of thorns, placed it on him. | 17 καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· |
| 18 They began to salute him with, "Hail, King of the Jews!" | 18 καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· χαῖρε, βασιλεῦ τῶν Ἰουδαίων· |
| 19 and kept striking his head with a reed and spitting upon him. They knelt before him in homage. | 19 καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. |
| 20 And when they had mocked him, they stripped him of the purple cloak, dressed him in his own clothes, and led him out to crucify him. | 20 Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ. Καὶ ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. |
| 21 They pressed into service a passer-by, Simon, a Cyrenian, who was coming in from the country, the father of Alexander and Rufus, to carry his cross. | 21 καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπ’ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. |
| 22 They brought him to the place of Golgotha (which is translated Place of the Skull). | 22 Καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν τόπον, ὅ ἐστιν μεθερμηνευόμενον Κρανίου Τόπος. |
| 23 They gave him wine drugged with myrrh, but he did not take it. | 23 καὶ ἐδίδουν αὐτῷ ἐσμυρνισμένον οἶνον· ὃς δὲ οὐκ ἔλαβεν. |
| 24 Then they crucified him and divided his garments by casting lots for them to see what each should take. | 24 Καὶ σταυροῦσιν αὐτὸν καὶ διαμερίζονται τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον ἐπ’ αὐτὰ τίς τί ἄρῃ. |
| 25 It was nine o'clock in the morning when they crucified him. | 25 ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. |
| 26 The inscription of the charge against him read, "The King of the Jews." | 26 καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· ὁ βασιλεὺς τῶν Ἰουδαίων. |
| 27 With him they crucified two revolutionaries, one on his right and one on his left. | 27 Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. |
| 28 ) | |
| 29 Those passing by reviled him, shaking their heads and saying, "Aha! You who would destroy the temple and rebuild it in three days, | 29 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, |
| 30 save yourself by coming down from the cross." | 30 σῶσον σεαυτὸν καταβὰς ἀπὸ τοῦ σταυροῦ. |
| 31 Likewise the chief priests, with the scribes, mocked him among themselves and said, "He saved others; he cannot save himself. | 31 ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· |
| 32 Let the Messiah, the King of Israel, come down now from the cross that we may see and believe." Those who were crucified with him also kept abusing him. | 32 ὁ χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν. καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν. |
| 33 At noon darkness came over the whole land until three in the afternoon. | 33 Καὶ γενομένης ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. |
| 34 And at three o'clock Jesus cried out in a loud voice, "Eloi, Eloi, lema sabachthani?" which is translated, "My God, my God, why have you forsaken me?" | 34 καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ· ελωι ελωι λεμα σαβαχθανι; ὅ ἐστιν μεθερμηνευόμενον· ὁ θεός μου ὁ θεός μου, εἰς τί ἐγκατέλιπές με; |
| 35 Some of the bystanders who heard it said, "Look, he is calling Elijah." | 35 καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ἴδε Ἠλίαν φωνεῖ. |
| 36 One of them ran, soaked a sponge with wine, put it on a reed, and gave it to him to drink, saying, "Wait, let us see if Elijah comes to take him down." | 36 δραμὼν δέ τις [καὶ] γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ ἐπότιζεν αὐτὸν λέγων· ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. |
| 37 Jesus gave a loud cry and breathed his last. | 37 ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. |
| 38 The veil of the sanctuary was torn in two from top to bottom. | 38 Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπ’ ἄνωθεν ἕως κάτω. |
| 39 When the centurion who stood facing him saw how he breathed his last he said, "Truly this man was the Son of God!" | 39 Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν· ἀληθῶς οὗτος ὁ ἄνθρωπος υἱὸς θεοῦ ἦν. |
| 40 There were also women looking on from a distance. Among them were Mary Magdalene, Mary the mother of the younger James and of Joses, and Salome. | 40 Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆτος μήτηρ καὶ Σαλώμη, |
| 41 These women had followed him when he was in Galilee and ministered to him. There were also many other women who had come up with him to Jerusalem. | 41 αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα. |
| 42 When it was already evening, since it was the day of preparation, the day before the sabbath, | 42 Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευὴ ὅ ἐστιν προσάββατον, |
| 43 Joseph of Arimathea, a distinguished member of the council, who was himself awaiting the kingdom of God, came and courageously went to Pilate and asked for the body of Jesus. | 43 ἐλθὼν Ἰωσὴφ [ὁ] ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. |
| 44 Pilate was amazed that he was already dead. He summoned the centurion and asked him if Jesus had already died. | 44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανεν· |
| 45 And when he learned of it from the centurion, he gave the body to Joseph. | 45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ. |
| 46 Having bought a linen cloth, he took him down, wrapped him in the linen cloth and laid him in a tomb that had been hewn out of the rock. Then he rolled a stone against the entrance to the tomb. | 46 Καὶ ἀγοράσας σινδόνα καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. |
| 47 Mary Magdalene and Mary the mother of Joses watched where he was laid. | 47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ἡ Ἰωσῆτος ἐθεώρουν ποῦ τέθειται. |