SCRUTATIO

Srijeda, 8 Listopad 2025 - Santa Pelagia ( Letture di oggi)

Knjiga Mudrosti 7


font
Biblija HrvatskiGREEK BIBLE
1 I ja sam smrtnik, kao i svi ostali, i potomak prvog bića od zemlje načinjena
i oblikovan kao tijelo u utrobi majčinoj,
1 εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος ἴσος ἅπασιν καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ
2 u deset mjeseci, stisnut u krvi,
iz sjemena muževljeva i slasti družice u spavanju.
2 δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι ἐκ σπέρματος ἀνδρὸς καὶ ἡδονῆς ὕπνῳ συνελθούσης
3 I ja sam, došavši na svijet,
udahnuo zajednički zrak
i pao na zemlju koja nas sve nosi,
i plač mi je bio prvi glas
kao i svima ostalima.
3 καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ κατέπεσον γῆν πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων
4 U pelenama bijah odgajan i u brigama,4 ἐν σπαργάνοις ἀνετράφην καὶ φροντίσιν
5 jer nijedan kralj nije drukčije postao
niti na svijet došao.
5 οὐδεὶς γὰρ βασιλέων ἑτέραν ἔσχεν γενέσεως ἀρχήν
6 Jer za sve postoji jedan ulazak u život,
a tako i jedan izlazak.
6 μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση
7 Zato se pomolih i razbor dobih;
zavapih i primih duh mudrosti.
7 διὰ τοῦτο εὐξάμην καὶ φρόνησις ἐδόθη μοι ἐπεκαλεσάμην καὶ ἦλθέν μοι πνεῦμα σοφίας
8 Zavoljeh je više nego žezla i prijestolja
i ništa ne cijenih bogatstvo u usporedbi s njom.
8 προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς
9 Nisam je htio uspoređivati ni sa draguljima,
jer je sve zlato pred njom kao malo pijeska,
a srebro je prema njoj kao blato.
9 οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς
10 Ljubio sam je više od zdravlja i ljepote
i zavolio više od svjetlosti,
jer njezin sjaj bez prestanka svijetli.
10 ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος
11 A s njome su mi došla sva dobra
i od ruku njezinih blago nebrojeno.
11 ἦλθεν δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ’ αὐτῆς καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς
12 I svemu sam se tome radovao,
jer mudrost sve donosi;
još nisam znao da je ona
roditeljka svega toga.
12 εὐφράνθην δὲ ἐπὶ πᾶσιν ὅτι αὐτῶν ἡγεῖται σοφία ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων
13 I ono što naučih bez primisli,
to bez zavisti predajem,
bogatstva njezina ne skrivam.
13 ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι
14 Ona je neiscrpljiva riznica ljudima,
i koji se njome služe, postaju prijatelji Božji,
preporučeni darovima njezina nauka.
14 ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις ὃν οἱ κτησάμενοι πρὸς θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες
15 Zato neka mi dade Bog govoriti kako me svjetova
i misliti misli dostojne darova njegovih,
jer on je vođa mudrosti
i upravlja mudracima.
15 ἐμοὶ δὲ δῴη ὁ θεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστιν καὶ τῶν σοφῶν διορθωτής
16 U njegovoj smo ruci mi i riječi naše,
sa svim našim razborom i umijećem.
16 ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη
17 On mi je podario istinsku znanost o svemu što jest,
naučio me sustavu svijeta i svojstvima prapočela;
17 αὐτὸς γάρ μοι ἔδωκεν τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων
18 početku, svršetku i sredini vremena,
izmjeni suncovrata i slijedu godišnjih doba,
18 ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν
19 tijeku godina i položaju zvijezda;19 ἐνιαυτοῦ κύκλους καὶ ἄστρων θέσεις
20 naravi životinja i nagonima divljih zvijeri,
moći duhova i mislima ljudskim,
različnosti biljaka i ljekovitosti korijenja.
20 φύσεις ζῴων καὶ θυμοὺς θηρίων πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν
21 I spoznadoh sve što god je tajno i javno,
jer me poučavaše mudrost, umjetnica u svemu.
21 ὅσα τέ ἐστιν κρυπτὰ καὶ ἐμφανῆ ἔγνων ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέν με σοφία
22 Jer u nje je duh razborit, svet,
jedinstven, mnogostran, tanan,
okretan, pronicav, neoskvrnjen,
jasan, nepristran, dobrohotan, oštar
22 ἔστιν γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν ἅγιον μονογενές πολυμερές λεπτόν εὐκίνητον τρανόν ἀμόλυντον σαφές ἀπήμαντον φιλάγαθον ὀξύ
23 nezaprečiv, dobrotvoran, čovjekoljubiv,
postojan, pouzdan, bezbrižan,
svemoćan, svenadzoran,
što prodire kroza sve duše,
mudre, čiste i najtanje.
23 ἀκώλυτον εὐεργετικόν φιλάνθρωπον βέβαιον ἀσφαλές ἀμέριμνον παντοδύναμον πανεπίσκοπον καὶ διὰ πάντων χωροῦν πνευμάτων νοερῶν καθαρῶν λεπτοτάτων
24 Jer je mudrost gibljivija od svakog gibanja,
ona proniče i prožima sve svojom čistoćom.
24 πάσης γὰρ κινήσεως κινητικώτερον σοφία διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα
25 Jer je ona dah sile Božje
i čist odvir slave Svemogućeg;
zato je ništa nečisto ne može oskvrnuti.
25 ἀτμὶς γάρ ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής διὰ τοῦτο οὐδὲν μεμιαμμένον εἰς αὐτὴν παρεμπίπτει
26 Ona je odsjev vječne svjetlosti
i zrcalo čisto djela Božjeg,
i slika dobrote njegove.
26 ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ
27 Jedna je, a može sve,
i, ostajući u sebi, sve obnavlja.
Ona prelazi od naraštaja do naraštaja u duše svete
i čini od njih Božje prijatelje i proroke.
27 μία δὲ οὖσα πάντα δύναται καὶ μένουσα ἐν αὑτῇ τὰ πάντα καινίζει καὶ κατὰ γενεὰς εἰς ψυχὰς ὁσίας μεταβαίνουσα φίλους θεοῦ καὶ προφήτας κατασκευάζει
28 Jer Bog ne ljubi nikoga
osim onoga tko se druži s mudrošću.
28 οὐθὲν γὰρ ἀγαπᾷ ὁ θεὸς εἰ μὴ τὸν σοφίᾳ συνοικοῦντα
29 Ona je od sunca sjajnija
i nad sve zviježđe uzvišena;
uspoređena sa svjetlošću, ona je nadmašuje:
29 ἔστιν γὰρ αὕτη εὐπρεπεστέρα ἡλίου καὶ ὑπὲρ πᾶσαν ἄστρων θέσιν φωτὶ συγκρινομένη εὑρίσκεται προτέρα 30τοῦτο μὲν γὰρ διαδέχεται νύξ σοφίας δὲ οὐ κατισχύει κακία
30 jer svjetlost ustupa mjesto noći,
dok zloća nema moći protiv mudrosti.
30 εν ολη δυναμει αγαπησον τον ποιησαντα σε και τους λειτουργους αυτου μη εγκαταλιπης
31 φοβου τον κυριον και δοξασον ιερεα και δος την μεριδα αυτω καθως εντεταλται σοι απαρχην και περι πλημμελειας και δοσιν βραχιονων και θυσιαν αγιασμου και απαρχην αγιων
32 και πτωχω εκτεινον την χειρα σου ινα τελειωθη η ευλογια σου
33 χαρις δοματος εναντι παντος ζωντος και επι νεκρω μη αποκωλυσης χαριν
34 μη υστερει απο κλαιοντων και μετα πενθουντων πενθησον
35 μη οκνει επισκεπτεσθαι αρρωστον ανθρωπον εκ γαρ των τοιουτων αγαπηθηση
36 εν πασι τοις λογοις σου μιμνησκου τα εσχατα σου και εις τον αιωνα ουχ αμαρτησεις