Scrutatio

Sabato, 27 aprile 2024 - Santa Zita ( Letture di oggi)

Revelation 18


font
NEW JERUSALEMLXX
1 After this, I saw another angel come down from heaven, with great authority given to him; the earthshone with his glory.1 Μετὰ ταῦτα εἶδον ἄλλον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα ἐξουσίαν μεγάλην, καὶ ἡ γῆ ἐφωτίσθη ἐκ τῆς δόξης αὐτοῦ.
2 At the top of his voice he shouted, 'Babylon has fal en, Babylon the Great has fallen, and has becomethe haunt of devils and a lodging for every foul spirit and dirty, loathsome bird.2 καὶ ἔκραξεν ἐν ἰσχυρᾷ φωνῇ λέγων·
ἔπεσεν ἔπεσεν Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμονίων καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ φυλακὴ παντὸς ὀρνέου ἀκαθάρτου [καὶ φυλακὴ παντὸς θηρίου ἀκαθάρτου] καὶ μεμισημένου,
3 Al the nations have drunk deep of the wine of her prostitution; every king on the earth has prostitutedhimself with her, and every merchant grown rich through her debauchery.'3 ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς πέπωκαν πάντα τὰ ἔθνη καὶ οἱ βασιλεῖς τῆς γῆς μετ’ αὐτῆς ἐπόρνευσαν καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυνάμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν.
4 Another voice spoke from heaven; I heard it say, 'Come out, my people, away from her, so that you donot share in her crimes and have the same plagues to bear.4 Καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν·
ἐξέλθατε ὁ λαός μου ἐξ αὐτῆς ἵνα μὴ συγκοινωνήσητε ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ λάβητε,
5 Her sins have reached up to the sky, and God has her crimes in mind: treat her as she has treatedothers.5 ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ καὶ ἐμνημόνευσεν ὁ θεὸς τὰ ἀδικήματα αὐτῆς.
6 She must be paid double the amount she exacted. She is to have a doubly strong cup of her ownmixture.6 ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτὴ ἀπέδωκεν καὶ διπλώσατε τὰ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς, ἐν τῷ ποτηρίῳ ᾧ ἐκέρασεν κεράσατε αὐτῇ διπλοῦν,
7 Every one of her pomps and orgies is to be matched by a torture or an agony. I am enthroned asqueen, she thinks; I am no widow and wil never know bereavement.7 ὅσα ἐδόξασεν αὐτὴν καὶ ἐστρηνίασεν, τοσοῦτον δότε αὐτῇ βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει ὅτι κάθημαι βασίλισσα καὶ χήρα οὐκ εἰμὶ καὶ πένθος οὐ μὴ ἴδω.
8 For that, in one day, the plagues wil fal on her: disease and mourning and famine. She wil be burnedto the ground. The Lord God who has condemned her is mighty.'8 διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος καὶ πένθος καὶ λιμός, καὶ ἐν πυρὶ κατακαυθήσεται, ὅτι ἰσχυρὸς κύριος ὁ θεὸς ὁ κρίνας αὐτήν.
9 'There will be mourning and weeping for her by the kings of the earth who have prostituted themselveswith her and held orgies with her. They see the smoke as she burns,9 Καὶ κλαύσουσιν καὶ κόψονται ἐπ’ αὐτὴν οἱ βασιλεῖς τῆς γῆς οἱ μετ’ αὐτῆς πορνεύσαντες καὶ στρηνιάσαντες, ὅταν βλέπωσιν τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς,
10 while they keep at a safe distance through fear of her anguish. They wil say: Mourn, mourn for thisgreat city, Babylon, so powerful a city, in one short hour your doom has come upon you.10 ἀπὸ μακρόθεν ἑστηκότες διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς λέγοντες·
οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
Βαβυλὼν ἡ πόλις ἡ ἰσχυρά,
ὅτι μιᾷ ὥρᾳ ἦλθεν ἡ κρίσις σου.
11 'There wil be weeping and distress over her among al the traders of the earth when no one is left tobuy their cargoes of goods;11 Καὶ οἱ ἔμποροι τῆς γῆς κλαίουσιν καὶ πενθοῦσιν ἐπ’ αὐτήν, ὅτι τὸν γόμον αὐτῶν οὐδεὶς ἀγοράζει οὐκέτι
12 their stocks of gold and silver, jewels and pearls, linen and purple and silks and scarlet; al thesandalwood, every piece in ivory or fine wood, in bronze or iron or marble;12 γόμον χρυσοῦ καὶ ἀργύρου καὶ λίθου τιμίου καὶ μαργαριτῶν καὶ βυσσίνου καὶ πορφύρας καὶ σιρικοῦ καὶ κοκκίνου, καὶ πᾶν ξύλον θύϊνον καὶ πᾶν σκεῦος ἐλεφάντινον καὶ πᾶν σκεῦος ἐκ ξύλου τιμιωτάτου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μαρμάρου,
13 the cinnamon and spices, the myrrh and ointment and incense; wine, oil, flour and corn; their stocksof cattle, sheep, horses and chariots, their slaves and their human cargo.13 καὶ κιννάμωμον καὶ ἄμωμον καὶ θυμιάματα καὶ μύρον καὶ λίβανον καὶ οἶνον καὶ ἔλαιον καὶ σεμίδαλιν καὶ σῖτον καὶ κτήνη καὶ πρόβατα, καὶ ἵππων καὶ ῥεδῶν καὶ σωμάτων, καὶ ψυχὰς ἀνθρώπων.
14 'Al the fruits you had set your hearts on have failed you; gone for ever, never to return again, is yourlife of magnificence and ease.14 καὶ ἡ ὀπώρα σου τῆς ἐπιθυμίας τῆς ψυχῆς ἀπῆλθεν ἀπὸ σοῦ,
καὶ πάντα τὰ λιπαρὰ καὶ τὰ λαμπρὰ ἀπώλετο ἀπὸ σοῦ
καὶ οὐκέτι οὐ μὴ αὐτὰ εὑρήσουσιν.
15 'The traders who had made a fortune out of her wil be standing at a safe distance through fear of heranguish, mourning and weeping.15 Οἱ ἔμποροι τούτων οἱ πλουτήσαντες ἀπ’ αὐτῆς ἀπὸ μακρόθεν στήσονται διὰ τὸν φόβον τοῦ βασανισμοῦ αὐτῆς κλαίοντες καὶ πενθοῦντες
16 They wil be saying: Mourn, mourn for this great city; for al the linen and purple and scarlet that youwore, for al your finery of gold and jewels and pearls;16 λέγοντες·
οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἡ περιβεβλημένη βύσσινον καὶ πορφυροῦν καὶ κόκκινον
καὶ κεχρυσωμένη [ἐν] χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίτῃ,
17 your huge riches are al destroyed within a single hour.' Al the captains and seafaring men, sailorsand all those who make a living from the sea kept a safe distance,17 ὅτι μιᾷ ὥρᾳ ἠρημώθη ὁ τοσοῦτος πλοῦτος.
Καὶ πᾶς κυβερνήτης καὶ πᾶς ὁ ἐπὶ τόπον πλέων καὶ ναῦται καὶ ὅσοι τὴν θάλασσαν ἐργάζονται, ἀπὸ μακρόθεν ἔστησαν
18 watching the smoke as she burned, and crying out, 'Has there ever been a city as great as this!'18 καὶ ἔκραζον βλέποντες τὸν καπνὸν τῆς πυρώσεως αὐτῆς λέγοντες· τίς ὁμοία τῇ πόλει τῇ μεγάλῃ;
19 They threw dust on their heads and said, with tears and groans: 'Mourn, mourn for this great citywhose lavish living has made a fortune for every owner of a sea-going ship, ruined within a single hour.19 καὶ ἔβαλον χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν καὶ ἔκραζον κλαίοντες καὶ πενθοῦντες λέγοντες·
οὐαὶ οὐαί, ἡ πόλις ἡ μεγάλη,
ἐν ᾗ ἐπλούτησαν πάντες οἱ ἔχοντες τὰ πλοῖα ἐν τῇ θαλάσσῃ ἐκ τῆς τιμιότητος αὐτῆς,
ὅτι μιᾷ ὥρᾳ ἠρημώθη.
20 'Now heaven, celebrate her downfall, and all you saints, apostles and prophets: God has givenjudgement for you against her.'20 Εὐφραίνου ἐπ’ αὐτῇ, οὐρανὲ
καὶ οἱ ἅγιοι καὶ οἱ ἀπόστολοι καὶ οἱ προφῆται,
ὅτι ἔκρινεν ὁ θεὸς τὸ κρίμα ὑμῶν ἐξ αὐτῆς.
21 Then a powerful angel picked up a boulder like a great mil stone, and as he hurled it into the sea, hesaid, 'That is how the great city of Babylon is going to be hurled down, never to be seen again.21 Καὶ ἦρεν εἷς ἄγγελος ἰσχυρὸς λίθον ὡς μύλινον μέγαν καὶ ἔβαλεν εἰς τὴν θάλασσαν λέγων·
οὕτως ὁρμήματι βληθήσεται Βαβυλὼν ἡ μεγάλη πόλις
καὶ οὐ μὴ εὑρεθῇ ἔτι.
22 Never again in you will be heard the song of harpists and minstrels, the music of flute and trumpet;never again wil craftsmen of every skill be found in you or the sound of the handmil be heard;22 καὶ φωνὴ κιθαρῳδῶν καὶ μουσικῶν καὶ αὐλητῶν καὶ σαλπιστῶν
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
καὶ πᾶς τεχνίτης πάσης τέχνης
οὐ μὴ εὑρεθῇ ἐν σοὶ ἔτι,
καὶ φωνὴ μύλου
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι,
23 never again wil shine the light of the lamp in you, never again wil be heard in you the voices ofbridegroom and bride. Your traders were the princes of the earth, al the nations were led astray by your sorcery.23 καὶ φῶς λύχνου
οὐ μὴ φάνῃ ἐν σοὶ ἔτι,
καὶ φωνὴ νυμφίου καὶ νύμφης
οὐ μὴ ἀκουσθῇ ἐν σοὶ ἔτι·
ὅτι οἱ ἔμποροί σου ἦσαν οἱ μεγιστᾶνες τῆς γῆς,
ὅτι ἐν τῇ φαρμακείᾳ σου ἐπλανήθησαν πάντα τὰ ἔθνη,
24 In her was found the blood of prophets and saints, and all the blood that was ever shed on earth.'24 καὶ ἐν αὐτῇ αἷμα προφητῶν καὶ ἁγίων εὑρέθη
καὶ πάντων τῶν ἐσφαγμένων ἐπὶ τῆς γῆς.